Philopoemen
Plutarch
Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
ὁ δὲ Φιλοποίμην τηλικούτου πταίσματος ἐν ἀρχῇ γενομένου καὶ τῶν πραγμάτων ἀπολωλέναι κομιδῇ καὶ διεφθάρθαι δοκούντων, τοῦτο μὲν ὅμως προσεποιεῖτο παρορᾶν καὶ μηδὲν
ἀλλʼ ἐάσας παρελθεῖν καὶ διάσπασμα ποιῆσαι μέγα πρὸς τοὺς ὁπλίτας εὐθὺς ἦγε τῶν Λακεδαιμονίων, ὁρῶν τὴν φάλαγγα γυμνὴν ἀπολελειμμένην, καὶ κατὰ κέρας παραδραμὼν ἐνέβαλε, μήτε ἄρχοντος αὐτοῖς παρόντος μήτε μάχεσθαι προσδεχομένοις· νικᾶν γὰρ ἡγοῦντο καὶ κρατεῖν παντάπασι, διώκοντα τὸν Μαχανίδαν ὁρῶντες.
ὠσάμενος δὲ τούτους φόνῳ πολλῷ λέγονται γὰρ ὑπὲρ τοὺς τετρακισχιλίους ἀποθανεῖν ὥρμησεν ἐπὶ τὸν Μαχανίδαν ἐκ τῆς διώξεως ἀναστρέφοντα μετὰ τῶν ξένων, τάφρου δὲ μεγάλης