Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

αὐτοί γε μὴν ἐν τοῖς ἄλλοις ἔργοις καὶ τὴν Φιλοποίμενος ἐποιοῦντο παίδευσιν, ὡς κοινὸν ὄφελος τῇ Ἑλλάδι τὸν ἄνδρα τοῦτον ὑπὸ φιλοσοφίας ἀπεργασόμενοι. καὶ γὰρ ὥσπερ ὀψίγονον ἐν γήρᾳ ταῖς τῶν παλαιῶν ἡγεμόνων ἐπιτεκοῦσα τοῦτον ἀρεταῖς ἡ Ἑλλὰς ἠγάπησε διαφερόντως καὶ συνηύξησε τῇ δόξῃ τὴν δύναμιν. Ῥωμαίων δέ τις ἐπαινῶν ἔσχατον αὐτὸν Ἑλλήνων προσεῖπεν, ὡς οὐδένα μέγαν μετὰ τοῦτον ἔτι τῆς Ἑλλάδος ἄνδρα γειναμένης οὐδὲ αὑτῆς ἄξιον.

ἦν δὲ τὸ μὲν εἶδος οὐκ αἰσχρός, ὡς ἔνιοι νομίζουσιν εἰκόνα γὰρ αὐτοῦ διαμένουσαν ἐν Δελφοῖς ὁρῶμεν· τὴν δὲ τῆς ξένης τῆς Μεγαρικῆς ἄγνοιαν συμβῆναι λέγουσι διʼ εὐκολίαν τινὰ καὶ

paris.1624.357
ἀφέλειαν αὐτοῦ, πυνθανομένη γὰρ ἔρχεσθαι πρὸς αὐτοὺς τὸν στρατηγὸν τῶν Ἀχαιῶν ἐθορυβεῖτο παρασκευάζουσα δεῖπνον, οὐ παρόντος κατὰ τύχην τοῦ ἀνδρός.

ἐν τούτῳ δὲ τοῦ Φιλοποίμενος εἰσελθόντος χλαμύδιον εὐτελὲς ἔχοντος, οἰομένη τινὰ τῶν ὑπηρετῶν εἶναι καὶ πρόδρομον παρεκάλει τῆς διακονίας συνεφάψασθαι. καὶ ὁ μὲν εὐθὺς ἀπορρίψας τὴν χλαμύδα τῶν ξύλων ἔσχιζεν ὁ δὲ ξένος ἐπεισελθὼν καὶ θεασάμενος, τί τοῦτο, ἔφη, ὦ Φιλοποίμην; τί γὰρ ἄλλο, ἔφη δωρίζων ἐκεῖνος, ἢ κακᾶς ὄψεως δίκας δίδωμι;

τοῦ δὲ ἄλλου σώματος τὴν φύσιν ἐπισκώπτων ὁ

p.260
Τίτος εἶπεν, ὦ Φιλοποίμην, ὡς καλὰς χεῖρας ἔχεις καὶ σκέλη· γαστέρα δʼ οὐκ ἔχεις· ἦν γὰρ ἐκ τῶν μέσων στενώτερος. τὸ μέντοι σκῶμμα πρὸς τὴν δύναμιν αὐτοῦ μᾶλλον ἐλέχθη, καὶ γὰρ ὁπλίτας ἔχων ἀγαθοὺς καὶ ἱππεῖς χρημάτων πολλάκις οὐκ εὐπόρει. ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς περὶ τοῦ Φιλοποίμενος λέγεται.