Comparison of Pelopidas and Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τὴν τοίνυν τελευτὴν ἐπαινῶ μὲν οὐδετέρου

p.528
τῶν ἀνδρῶν, ἀλλʼ ἀνιῶμαι καὶ ἀγανακτῶ τῷ παραλόγῳ τοῦ συμπτώματος· καὶ θαυμάζω μὲν ἐν μάχαις τοσαύταις ὅσαις ἀποκάμοι τις ἂν καταριθμῶν, μηδὲ τρωθέντα τὸν Ἀννίβαν, ἄγαμαι δὲ καὶ τὸν ἐν τῇ Παιδείᾳ Χρυσάνταν, ὃς διηρμένος κοπίδα καὶ παίειν μέλλων πολέμιον, ὡς ὑπεσήμηνεν ἡ σάλπιγξ ἀνακλητικόν, ἀφεὶς τὸν ἄνδρα μάλα πρᾴως καὶ κοσμίως ἀνεχώρησεν.

οὐ μὴν ἀλλὰ τὸν Πελοπίδαν ποιεῖ συγγνωστὸν ἅμα τῷ τῆς μάχης καιρῷ παραθερμον ὄντα καὶ πρὸς τὴν ἄμυναν οὐκ ἀγεννῶς ἐκφέρων ὁ θυμός· ἄριστον μὲν γὰρ νικῶντα σῴζεσθαι τὸν στρατηγόν, εἰ δὲ θανεῖν, εἰς ἀρετὴν καταλύσαντα βίον, ὡς Εὐριπίδης φησίν.[*](Εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν,εἰς ἀρετὴν καταλυσαμένους βίον (Nauck, Trag. Graec. Frag.2 p. 679). Cf. Plutarch, Morals, p. 24 d.) οὕτω γὰρ οὐ πάθος, ἀλλὰ πρᾶξις γίνεται τοῦ τελευτῶντος ὁ θάνατος.

πρὸς δὲ τῷ θυμῷ τοῦ Πελοπίδου καὶ τὸ τέλος αὐτὸ τὸ τῆς νίκης ἐν τῷ πεσεῖν τὸν τύραννον ὁρώμενον οὐ παντάπασιν ἀλόγως ἐπεσπάσατο τὴν ὁρμήν· χαλεπὸν γὰρ ἑτέρας οὕτω καλὴν καὶ λαμπρὰν ἐχούσης ὑπόθεσιν ἀριστείας ἐπιλαβέσθαι. Μάρκελλος δὲ, μήτε χρείας μεγάλης ἐπικειμένης, μήτε τοῦ παρὰ τὰ δεινὰ πολλάκις ἐξιστάντος τὸν λογισμὸν ἐνθουσιασμοῦ παρεστῶτος, ὠσάμενος ἀπερισκέπτως εἰς κίνδυνον οὐ στρατηγοῦ πτῶμα, προδρόμου δέ τινος ἢ κατασκόπου πέπτωκεν,