Comparison of Pelopidas and Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὅσα μὲν οὖν ἔδοξεν ἡμῖν ἀναγραφῆς ἄξια

paris.1624.316
τῶν ἱστορημένων περὶ Μαρκέλλου καὶ Πελοπίδου, ταὐτά ἔστι. τῶν δὲ κατὰ τὰς φύσεις καὶ τὰ ἤθη κοινοτήτων ὥσπερ ἐφαμίλλων οὐσῶν καὶ γὰρ ἀνδρεῖοι καὶ φιλόπονοι καὶ θυμοειδεῖς καὶ μεγαλόφρονες ἀμφότεροι γεγόνασιν, ἐκεῖνο δόξειεν ἂν διαφορὰν ἔχειν μόνον, ὅτι Μάρκελλος μὲν ἐν πολλαῖς πόλεσιν ὑποχειρίοις γενομέναις σφαγὰς ἐποίησεν, Ἐπαμεινώνδας δὲ καὶ Πελοπίδας οὐδένα πώποτε κρατήσαντες ἀπέκτειναν οὐδὲ πόλεις ἠνδραποδίσαντο. λέγονται δὲ Θηβαῖοι μηδὲ Ὀρχομενίους ἂν οὕτω μεταχειρίσασθαι παρόντων ἐκείνων·

ἐν δὲ ταῖς πράξεσι θαυμαστὰ μὲν καὶ μεγάλα τοῦ Μαρκέλλου τὰ πρὸς Κελτούς, ὠσαμένου

p.524
τοσοῦτον πλῆθος ἱππέων ὁμοῦ καὶ πεζῶν ὀλίγοις τοῖς περὶ αὐτὸν ἱππεῦσιν, ὃ ῥᾳδίως ὑφʼ ἑτέρου στρατηγοῦ γεγονὸς οὐχ ἱστόρηται, καὶ τὸν ἄρχοντα τῶν πολεμίων ἀνελόντος· ἐν ᾧ τρόπῳ Πελοπίδας ἔπταισεν ὁρμήσας ἐπὶ ταὐτά, προαναιρεθεὶς δὲ ὑπὸ τοῦ τυράννου καὶ παθὼν πρότερον ἢ δράσας.

οὐ μὴν ἀλλὰ τούτοις μὲν ἔστι παραβαλεῖν τὰ Λεῦκτρα καὶ Τεγύρας, ἐπιφανεστάτους καὶ μεγίστους ἀγώνων, κρυφαίαν δὲ σὺν λόχῳ κατωρθωμένην πρᾶξιν οὐκ ἔχομεν τοῦ Μαρκέλλου παραβαλεῖν οἷς Πελοπίδας περὶ τὴν ἐκ φυγῆς κάθοδον καὶ ἀναίρεσιν τῶν ἐν Θήβαις τυράννων ἔπραξεν, ἀλλʼ ἐκεῖνο πολὺ πάντων ἔοικε πρωτεύειν τῶν ὑπὸ σκότῳ καὶ διʼ ἀπάτης γεγενημένων τὸ ἔργον.