Marcellus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
δρυὸς γὰρ εὐκτεάνου πρέμνον ὄρθιον καὶ μέγα τεμών καὶ ἀσκήσας ὥσπερ
οὕτω δὲ προβὰς καὶ παρελθὼν εἷς τὸν νεὼν τοῦ Φερετρίου Διός, ἀνέστησε καὶ καθιέρωσε, τρίτος καὶ τελευταῖος ἄχρι τοῦ καθʼ ἡμᾶς αἰῶνος, πρῶτος μὲν γὰρ ἀνήνεγκε σκῦλα Ῥωμύλος ἀπὸ Ἄκρωνος τοῦ Καινινήτου, δεύτερος δὲ Κόσσος Κορνήλιος ἀπὸ Τολουμνίου Τυρρηνοῦ, μετὰ δὲ τούτους Μάρκελλος ἀπὸ Βριτομάτου, βασιλέως Γαλατῶν, μετὰ δὲ Μάρκελλον οὐδὲ εἷς.
καλεῖται δὲ ὁ μὲν θεὸς ᾧ πέμπεται Φερέτριος Ζεύς, ὡς μὲν ἔνιοί φασὶν, ἀπὸ τοῦ φερετρευομένου τροπαίου, κατὰ τὴν Ἑλληνίδα γλῶσσαν ἔτι πολλὴν τότε συμμεμιγμένην τῇ Λατίνων, ὡς δὲ ἕτεροι, Διός ἐστιν ἡ προσωνυμία κεραυνοβολοῦντος. τὸ γὰρ τύπτειν φερῖρε οἱ Ῥωμαῖοι καλοῦσιν. ἄλλοι δὲ παρὰ τὴν τοῦ πολεμίου πληγὴν γεγονέναι τοὔνομα λέγουσι· καὶ γὰρ νῦν ἐν ταῖς μάχαις, ὅταν διώκωσι τοὺς πολεμίους, πυκνὸν τὸ φέρι, τουτέστι παῖε, παρεγγυῶσιν ἀλλήλοις. τὰ δὲ σκῦλα σπόλια μὲν κοινῶς, ἰδίως δὲ ὀπίμια ταῦτα καλοῦσι.
καίτοι φασὶν ἐν τοῖς ὑπομνήμασι Νομᾶν Πομπίλιον καὶ πρώτων ὀπιμίων καὶ δευτέρων καὶ τρίτων μνημονεύειν, τὰ μὲν πρῶτα ληφθέντα τῷ Φερετρίῳ Διῒ κελεύοντα καθιεροῦν, τὰ δεύτερα δὲ τῷ Ἄρει, τὰ δὲ τρίτα τῷ Κυρίνῳ, καὶ λαμβάνειν γέρας ἀσσάρια τριακόσια τὸν
οἱ δὲ Ῥωμαῖοι τὴν νίκην ἐκείνην καὶ τοῦ πολέμου τὴν κατάλυσιν οὕτως ὑπερηγάπησαν ὥστε καὶ τῷ Πυθίῳ χρυσοῦν κρατῆρα ἀπὸ λιτρῶν[*](ἀπὸ λιτρῶν Sintenis1, Coraës and Bekker: ἀπὸ λύτρων.) --- εἷς Δελφοὺς ἀποστεῖλαι χαριστήριον, καὶ τῶν λαφύρων ταῖς τε συμμαχίσι μεταδοῦναι πόλεσι λαμπρῶς, καὶ πρὸς Ἱέρωνα πολλὰ πέμψαι, τὸν Συρακουσίων βασιλέα, φίλον ὄντα καὶ σύμμαχον.