Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ μὴν ἀλλὰ θυσιῶν καὶ καθαρμῶν ὧν ὑπηγόρευον οἱ μάντεις γενομένων ἐξῆλθε μετὰ τοῦ συνάρχοντος ἐπὶ τόν πόλεμον, καὶ πολλὰ μεταξὺ Βαντίας πόλεως καὶ Βενυσίας καθήμενον ἠρέθιζε τόν Ἀννίβαν. ὁ δὲ εἰς μάχην μὲν οὐ κατέβαινεν, αἰσθόμενος δὲ πεμπομένην ὑπʼ αὐτῶν στρατιὰν ἐπὶ Λοκροὺς τοὺς Ἐπιζεφυρίους, κατὰ τόν περὶ Πετηλίαν λόφον ὑφεὶς ἐνέδρας πεντακοσίους καὶ δισχιλίους ἀπέκτεινε.

τοῦτο Μάρκελλον

paris.1624.315
ἐξέφερε τῷ θυμῷ πρὸς τὴν μάχην, καὶ προσῆγεν ἄρας ἐγγυτέρω τὴν δύναμιν. ἦν δὲ μεταξὺ τῶν στρατοπέδων λόφος ἐπιεικῶς μὲν εὐερκής, ὕλης δὲ παντοδαπῆς ἀνάπλεως· εἶχε δὲ καὶ σκοπὰς περικλινεῖς ἐπʼ ἀμφότερα, καὶ ναμάτων ὑπεφαίνοντο πηγαὶ καταρρεόντων, ἐθαύμαζον οὖν οἱ Ῥωμαῖοι Ἀννίβαν ὅτι πρῶτος ἐλὼν εὐφυᾶ τόπον οὕτως οὐ κατέσχεν, ἀλλʼ
p.516
ἀπέλιπε τοῖς πολεμίοις.

τῷ δὲ ἄρα καλὸν μὲν ἐνστρατοπεδεῦσαι τὸ χωρίον ἐφαίνετο, πολὺ δὲ κρεῖττον ἐνεδρεῦσαι· καὶ πρὸς τοῦτο μᾶλλον αὐτῷ χρῆσθαι βουλόμενος ἐνέπλησε τὴν ὕλην καὶ τὰς κοιλάδας ἀκοντιστῶν τε πολλῶν καὶ λογχοφόρων, πεπεισμένος ἐπάξεσθαι διʼ εὐφυΐαν αὐτὰ τὰ χωρία τοὺς Ῥωμαίους.