Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

παραλαβὼν δὲ τὴν ἀρχήν πρῶτον μὲν ἐν Τυρρηνίᾳ μέγα κίνημα πρὸς ἀπόστασιν ἔπαυσε καὶ κατεπράϋνεν ἐπελθὼν τὰς πόλεις· ἔπειτα ναὸν ἐκ τῶν Σικελικῶν λαφύρων ᾠκοδομημένον ὑπʼ αὐτοῦ Δόξης καὶ Ἀρετῆς καθιερῶσαι βουλόμενος, καὶ κωλυθεὶς ὑπὸ τῶν ἱερέων οὐκ ἀξιούντων ἑνὶ ναῷ δύο θεοὺς περιέχεσθαι, πάλιν ἤρξατο προσοικοδομεῖν ἕτερον, οὐ ῥᾳδίως φέρων τὴν γεγενημένην ἀντίκρουσιν, ἀλλʼ ὥσπερ οἰωνιζόμενος.

καὶ γὰρ ἄλλα πολλὰ σημεῖα διετάραττεν αὐτόν, ἱερῶν τινων κεραυνώσεις καὶ μύες τὸν ἐν Διὸς χρυσὸν διαφαγόντες ἐλέχθη δὲ καὶ βοῦν ἀνθρώπου φωνὴν ἀφεῖναι καὶ παιδίον ἔχον κεφαλὴν ἐλέφαντος γενέσθαι· καὶ περὶ τὰς ἐκθύσεις καὶ ἀποτροπὰς δυσιεροῦντες οἱ μάντεις κατεῖχον αὐτὸν ἐν Ῥώμῃ σπαργῶντα καὶ φλεγόμενον. οὐδεὶς γὰρ ἔρωτα τοσοῦτον ἠράσθη πράγματος οὐδενός ὅσον οὗτος ὁ ἀνὴρ τοῦ μάχῃ κριθῆναι πρὸς Ἀννίβαν.

τοῦτο καὶ νύκτωρ

p.514
ὄνειρον ἦν αὐτῷ καὶ μετὰ φίλων καὶ συναρχόντων ἓν βούλευμα καὶ μία πρὸς θεοὺς φωνή, παραταττόμενον Ἀννίβαν λαβεῖν, ἥδιστα δʼ ἄν μοι δοκεῖ τείχους ἑνὸς ἤ τινος χάρακος ἀμφοτέροις τοῖς στρατεύμασι περιτεθέντος διαγωνίσασθαι, καὶ εἰ μὴ πολλῆς μὲν ἤδη μεστὸς ὑπῆρχε δόξης, πολλὴν δὲ πεῖραν παρεσχήκει τοῦ παρʼ ὁντινοῦν τῶν στρατηγῶν ἐμβριθὴς γεγονέναι καὶ φρόνιμος, εἶπον ἂν ὅτι μειρακιῶδες αὐτῷ προσπεπτώκει καὶ φιλοτιμότερον πάθος ἢ κατὰ πρεσβύτην τοσοῦτον· ὑπὲρ γὰρ ἑξήκοντα γεγονὼς ἔτη τὸ πέμπτον ὑπάτευεν.

οὐ μὴν ἀλλὰ θυσιῶν καὶ καθαρμῶν ὧν ὑπηγόρευον οἱ μάντεις γενομένων ἐξῆλθε μετὰ τοῦ συνάρχοντος ἐπὶ τόν πόλεμον, καὶ πολλὰ μεταξὺ Βαντίας πόλεως καὶ Βενυσίας καθήμενον ἠρέθιζε τόν Ἀννίβαν. ὁ δὲ εἰς μάχην μὲν οὐ κατέβαινεν, αἰσθόμενος δὲ πεμπομένην ὑπʼ αὐτῶν στρατιὰν ἐπὶ Λοκροὺς τοὺς Ἐπιζεφυρίους, κατὰ τόν περὶ Πετηλίαν λόφον ὑφεὶς ἐνέδρας πεντακοσίους καὶ δισχιλίους ἀπέκτεινε.

τοῦτο Μάρκελλον

paris.1624.315
ἐξέφερε τῷ θυμῷ πρὸς τὴν μάχην, καὶ προσῆγεν ἄρας ἐγγυτέρω τὴν δύναμιν. ἦν δὲ μεταξὺ τῶν στρατοπέδων λόφος ἐπιεικῶς μὲν εὐερκής, ὕλης δὲ παντοδαπῆς ἀνάπλεως· εἶχε δὲ καὶ σκοπὰς περικλινεῖς ἐπʼ ἀμφότερα, καὶ ναμάτων ὑπεφαίνοντο πηγαὶ καταρρεόντων, ἐθαύμαζον οὖν οἱ Ῥωμαῖοι Ἀννίβαν ὅτι πρῶτος ἐλὼν εὐφυᾶ τόπον οὕτως οὐ κατέσχεν, ἀλλʼ
p.516
ἀπέλιπε τοῖς πολεμίοις.

τῷ δὲ ἄρα καλὸν μὲν ἐνστρατοπεδεῦσαι τὸ χωρίον ἐφαίνετο, πολὺ δὲ κρεῖττον ἐνεδρεῦσαι· καὶ πρὸς τοῦτο μᾶλλον αὐτῷ χρῆσθαι βουλόμενος ἐνέπλησε τὴν ὕλην καὶ τὰς κοιλάδας ἀκοντιστῶν τε πολλῶν καὶ λογχοφόρων, πεπεισμένος ἐπάξεσθαι διʼ εὐφυΐαν αὐτὰ τὰ χωρία τοὺς Ῥωμαίους.