Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Ἀρχιμήδης μὲν οὖν τοιοῦτος γενόμενος ἀήττητον ἑαυτόν τε καὶ τὴν πόλιν, ὅσον ἐφʼ ἑαυτῷ, διεφύλαξε. τῆς δὲ πολιορκίας διὰ μέσου Μάρκελλος εἷλε μὲν Μεγαρέας, πόλιν ἐν ταῖς παλαιοτάταις τῶν Σικελιωτίδων, εἷλε δὲ τὸ Ἱπποκράτους

paris.1624.308
πρὸς Ἀκρίλλαις στρατόπεδον, καὶ κατέκτεινεν ὑπὲρ ὀκτακισχιλίους ἐπιπεσὼν χάρακα βαλλομένοις, ἐπέδραμε δὲ πολλὴν Τῆς Σικελίας καὶ πόλεις ἀπέστησε Καρχηδονίων καὶ μάχας ἐνίκησε πάσας τοὺς ἀντιταχθῆναι τολμήσαντας.

χρόνῳ δὲ προϊόντι Δάμιππόν τινα Σπαρτιάτην ἐκ Συρακουσῶν λαβὼν ἐκπλέοντα αἰχμάλωτον, ἀξιούντων ἐπὶ λύτροις τῶν Συρακοσίων κομίσασθαι τὸν ἄνδρα, πολλάκις ὑπὲρ τούτου διαλεγόμενος καὶ συντιθέμενος πύργον τινὰ κατεσκέψατο φυλαττόμενον μὲν ἀμελῶς, ἄνδρας δὲ δυνάμενον δέξασθαι κρύφα, τοῦ τείχους ἐπιβατοῦ παρʼ αὐτὸν ὄντος.

ὡς οὖν τό τε ὕψος ἐκ τοῦ πολλάκις προσιέναι καὶ διαλέγεσθαι πρὸς τὸν πύργον εἰκάσθη καλῶς καὶ κλίμακες παρεσκευάσθησαν, ἑορτὴν Ἀρτέμιδι τοὺς Συρακουσίους ἄγοντας καὶ πρὸς οἶνον ὡρμημένους καὶ παιδιὰν παραφυλάξας, ἔλαθεν οὐ μόνον τὸν πύργον κατασχών, ἀλλὰ καὶ κύκλῳ τὸ τεῖχος παρεμπλήσας ὅπλων πρὶν ἡμέραν γενέσθαι, καὶ τὰ Ἑξάπυλα διακόψας.

ἀρχομένων δὲ κινεῖσθαι καὶ ταράττεσθαι τῶν Συρακουσίων πρὸς τὴν αἴσθησιν, ἅμα πανταχόθεν ταῖς σάλπιγξι χρῆσθαι κελεύσας φυγὴν ἐποίησε πολλὴν καὶ φόβον, ὡς οὐδενὸς μέρους ἀναλώτου μένοντος, ἔμενε δὲ

p.484
τὸ καρτερώτατον καὶ κάλλιστον καὶ μέγιστον Ἀχραδινὴ καλεῖται διὰ τὸ τετειχίσθαι πρὸς τὴν ἔξω πόλιν, ἧς τὸ μὲν Νέαν, τὸ δὲ Τύχην ὀνομάζουσι.

καὶ τούτων ἐχομένων ἅμα φάει διὰ τῶν Ἑξαπύλων ὁ Μάρκελλος κατῄει, μακαριζόμενος ὑπὸ τῶν ὑφʼ ἑαυτὸν ἡγεμόνων. αὐτός μέντοι λέγεται κατιδὼν ἄνωθεν καὶ περισκεψάμενος τῆς πόλεως τὸ μέγεθος καὶ τὸ κάλλος ἐπὶ πολὺ δακρῦσαι τῷ μέλλοντι γίνεσθαι συμπαθήσας, ἐννοήσας οἷον ἐξ οἵου σχῆμα καὶ μορφὴν ἀμείψει μετὰ μικρόν ὑπὸ τοῦ στρατοπέδου διαφορηθεῖσα.

τῶν γὰρ ἡγεμόνων οὐδεὶς μὲν ἦν ὁ τολμῶν ἐναντιοῦσθαι τοῖς στρατιώταις αἰτουμένοις διʼ ἁρπαγῆς ὠφεληθῆναι, πολλοὶ δὲ καὶ πυρπολεῖν καὶ κατασκάπτειν ἐκέλευον. ἀλλὰ τοῦτον μὲν οὐδὲ ὅλως προσήκατο τὸν λόγον ὁ Μάρκελλος, μάλα δὲ ἄκων βιασθεὶς ἔδωκεν ἀπὸ χρημάτων καὶ ἀνδραπόδων ὠφελεῖσθαι, τῶν δὲ ἐλευθέρων σωμάτων ἀπεῖπεν ἅψασθαι, καὶ διεκελεύσατο μήτε ἀποκτεῖναί τινα μήτε αἰσχῦναι μήτε ἀνδραποδίσασθαι Συρακουσίων.

οὐ μὴν ἀλλὰ καίπερ οὕτω μετριάσαι δόξας οἰκτρὰ πάσχειν ἡγεῖτο τήν πόλιν, καὶ τὸ συμπαθοῦν καὶ τὸ συναλγοῦν ὅμως ἐν τοσούτῳ μεγέθει χαρᾶς ἡ ψυχὴ διέφαινεν ὁρῶντος ἐν βραχεῖ χρόνῳ πολλῆς καὶ λαμπρᾶς ἀφανισμὸν εὐδαιμονίας, λέγεται γὰρ οὐκ ἐλάττονα τοῦτον ἢ τὸν ὕστερον ἀπὸ Καρχηδόνος διαφορηθέντα πλοῦτον γενέσθαι· καὶ γὰρ τήν ἄλλην πόλιν οὐ μετὰ

p.486
πολὺν χρόνον ἁλοῦσαν ἐκ προδοσίας ἐβιάσαντο διαρπάσαι, πλὴν τῶν βασιλικῶν χρημάτων· ταῦτα δὲ εἰς τὸ δημόσιον ἐξῃρέθη.