Marcellus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ἔτι δὲ ἄπωθεν αὐτῆς προσφερομένης πρὸς τὸ τεῖχος ἐξήλατο λίθος
βουλευομένοις δὲ ἔδοξεν αὐτοῖς ἔτι νυκτὸς, ἂν δύνωνται, προσμῖξαι τοῖς τείχεσι· τοὺς γὰρ τόνους, οἷς χρῆσθαι τὸν Ἀρχιμήδην, ῥύμην ἔχοντας ὑπερπετεῖς ποιήσεσθαι τὰς τῶν βελῶν ἀφέσεις, ἐγγύθεν δὲ καὶ τελέως ἀπράκτους εἶναι διάστημα τῆς πληγῆς οὐκ ἐχούσης. ὁ δʼ ἦν, ὡς ἔοικεν, ἐπὶ ταῦτα πάλαι παρεσκευασμένος ὀργάνων τε συμμέτρους πρὸς πᾶν διάστημα κινήσεις καὶ βέλη βραχέα, καὶ διὰ τὸ τεῖχος[*](τὸ τεῖχος, ὄντων added to the text by Sintenis, who compares Polybius viii. 7, 6.) οὐ μεγάλων, πολλῶν δὲ καὶ συνεχῶν τρημάτων ὄντων,[*](τὸ τεῖχος, ὄντων added to the text by Sintenis, who compares Polybius viii. 7, 6.) οἱ σκορπίοι βραχύτονοι μέν, ἐγγύθεν δὲ πλῆξαι παρεστήκεσαν ἀόρατοι τοῖς πολεμίοις.