Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

διὸ καὶ δοκοῦσι τότε δεῖξαι τὰ νῶτα Ῥωμαίοις ὅσοι συνέβαλον καὶ φυγὴν ἀπροφάσιστον φυγεῖν, ἀποβαλόντες ἐξ ἑαυτῶν νεκροὺς μὲν γενομένους πεντακισχιλίους, αἰχμαλώτους δὲ ἑξακοσίους,[*](αἰχμαλώτους δὲ ἑξακοσίους added to the text by Sintenis and Bekker, after Livy, xxiii. 46, 4.) καὶ τῶν ἐλεφάντων τέσσαρας μὲν πεσόντας, δύο δὲ ζωοὺς ἁλόντας. ὃ δʼ ἦν μέγιστον, ἡμέρᾳ τρίτῃ μετὰ τὴν μάχην ἱππεῖς Ἰβήρων καὶ Νομάδων μιγάδες αὐτομολοῦσιν ὑπὲρ τοὺς τριακοσίους, οὔπω πρότερον Ἀννίβα τοῦτο παθόντος, ἀλλʼ ἐκ ποικίλων καὶ πολυτρόπων συνηρμοσμένον ἐθνῶν

p.466
βαρβαρικὸν στράτευμα πλεῖστον χρόνον ἐν μιᾷ γνώμῃ διαφυλάξαντος. οὗτοι μὲν οὖν πιστοὶ παρέμειναν εἰς ἅπαν αὐτῷ τε τῷ Μαρκέλλῳ καὶ τοῖς μετʼ αὐτὸν στρατηγοῖς.

ὁ δὲ Μάρκελλος ἀποδειχθεὶς ὕπατος τὸ τρίτον εἰς Σικελίαν ἔπλευσεν. αἱ γὰρ Ἀννίβου περὶ τὸν πόλεμον εὐπραξίαι Καρχηδονίους ἐπῆραν αὖθις ἀντιλαμβάνεσθαι τῆς νήσου, μάλιστα τεταραγμένων τῶν περὶ τὰς Συρακούσας μετὰ τὴν Ἱερωνύμου τοῦ τυράννου τελευτήν. διὸ καὶ Ῥωμαίων ἦν ἐκεῖ προαπεσταλμένη δύναμις καὶ στρατηγὸς Ἄππιος.

ταύτην παραλαμβάνοντι τῷ Μαρκέλλῳ προσπίπτουσι Ῥωμαῖοι πολλοί συμφορᾷ κεχρημένοι τοιαύτῃ, τῶν περὶ Κάννας παραταξαμένων πρὸς Ἀννίβαν οἱ μὲν ἔφυγον, οἱ δὲ ζῶντες ἥλωσαν, τοσοῦτον πλῆθος ὡς δοκεῖν Ῥωμαίοις ὑπολελεῖφθαι μηδὲ τοὺς τὰ τείχη διαφυλάξοντας.

τοῖς δὲ ἄρα τοσοῦτο τοῦ φρονήματος καὶ μεγαλοψυχίας περιῆν ὥστε τοὺς μὲν αἰχμαλώτους ἐπὶ μικροῖς λύτροις ἀποδιδόντος Ἀννίβου μὴ λαβεῖν, ἀλλʼ ἀποψηφίσασθαι καὶ περιϊδεῖν τοὺς μὲν ἀναιρεθέντας, τοὺς δὲ πραθέντας ἔξω τῆς Ἰταλίας, τῶν δὲ φυγῇ περιγενομένων τὸ πλῆθος εἰς Σικελίαν ἀποστεῖλαι, διακελευσαμένους Ἰταλίας μὴ ἐπιβαίνειν ἕως πολεμοῦσι πρὸς Ἀννίβαν.

οὗτοι δὴ τῷ Μαρκέλλῳ παραγενομένῳ προσπεσόντες ἀθρόοι, καὶ χαμαὶ καταβαλόντες αὑτούς, ᾔτουν τάξιν ἐπιτίμου στρατείας μετὰ πολλῆς βοῆς καὶ δακρύων, ἐπαγγελλόμενοι δείξειν διʼ ἔργων ἀτυχίᾳ τινὶ μᾶλλον ἢ διʼ ἀναν-

paris.1624.305
p.468
δρίαν αὐτῶν τὴν τροπὴν ἐκείνην γενομένην. οἰκτείρας οὖν αὐτοὺς ὁ Μάρκελλος ἔγραψε πρὸς τὴν σύγκλητον αἰτούμενος ἐκ τούτων ἀεὶ τῆς στρατιᾶς τὸ ἐπιλεῖπον ἀναπληροῦν.