Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

φήσαντος δὲ τοῦ Βανδίου καί τι καί παραφήναντος αὐτῷ τῶν τραυμάτων, εἶτα, ἔφη, τηλικαῦτα γνωρίσματα φέρων τῆς πρὸς ἡμᾶς φιλίας οὐκ εὐθὺς προσῄεις; ἢ κακοί σοι δοκοῦμεν ἀρετὴν ἀμείβεσθαι φίλων οἷς ἐστι τιμὴ καί παρὰ τοῖς πολεμίοις; ταῦτα φιλοφρονηθεὶς καί δεξιωσάμενος ἵππον τε δωρεῖται πολεμιστὴν αὐτῷ καὶ δραχμὰς ἀργυρίου πεντακοσίας.

ἐκ τούτου βεβαιότατος μὲν ἦν Μαρκέλλῳ παραστάτης καὶ σύμμαχος, δεινότατος δὲ μηνυτὴς καὶ κατήγορος τῶν τἀναντία φρονούντων ὁ Βάνδιος. ἦσαν δὲ πολλοί, καὶ διενοοῦντο τῶν Ῥωμαίων ἐπεξιόντων τοῖς πολεμίοις αὐτοὶ διαρπάσαι τὰς ἀποσκευάς.

διὸ συντάξας ὁ

p.462
Μάρκελλος τὴν δύναμιν ἐντός παρὰ τὰς πύλας ἔστησε τὰ σκευοφόρα, καὶ τοῖς Νωλανοῖς διὰ κηρύγματος ἀπεῖπε πρὸς τὰ τείχη προσπελάζειν. ἦν οὖν ὅπλων ἐρημία καὶ τὸν Ἀννίβαν ἐπεσπάσατο προσάγειν ἀτακτότερον, ὡς τῶν ἐν τῇ πόλει ταραττομένων. ἐν τούτῳ δὲ τὴν καθʼ αὑτὸν πύλην ἀναπετάσαι κελεύσας ὁ Μάρκελλος ἐξήλασεν, ἔχων μεθʼ ἑαυτοῦ τῶν ἱπποτῶν τοὺς λαμπροτάτους, καὶ προσπεσὼν κατὰ στόμα συνείχετο τοῖς πολεμίοις.

μετʼ ὀλίγον δʼ οἱ πεζοὶ καθʼ ἑτέραν πύλην ἐχώρουν μετὰ δρόμου καὶ βοῆς· καὶ πρὸς τούτους αὖθις αὖ τοῦ Ἀννίβᾳ μερίζοντος τὴν δύναμιν ἡ τρίτη τῶν πυλῶν ἀνεῴγνυτο, καὶ διʼ αὐτῆς ἐξέθεον οἱ λοιποὶ καὶ προσέκειντο πανταχόθεν ἐκπεπληγμένοις τῷ ἀπροσδοκήτῳ καὶ κακῶς ἀμυνομένοις τοὺς ἐν χερσὶν ἤδη διὰ τοὺς ὕστερον ἐπιφερομένους, κἀνταῦθα πρῶτον οἱ σὺν Ἀννίβᾳ Ῥωμαίοις ἐνέδωκαν, ὠθούμενοι φόνῳ πολλῷ καὶ τραύμασι πρὸς τὸ στρατόπεδον.