Marcellus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Μᾶρκον δὲ Κλαύδιον τὸν πεντάκις ὑπατεύσαντα

paris.1624.298
Ῥωμαίων Μάρκου μὲν υἱὸν γενέσθαι λέγουσι, κληθῆναι δὲ τῶν ἀπὸ τῆς οἰκίας πρῶτον Μάρκελλον, ὅπερ ἐστὶν Ἀρήϊον, ὥς φησι Ποσειδώνιος. ἦν γὰρ τῇ μὲν ἐμπειρίᾳ πολεμικός, τῷ δὲ σώματι ῥωμαλέος, τῇ δὲ χειρὶ πλήκτης, τῇ δὲ φύσει φιλοπόλεμος κἀν τούτῳ δὴ πολὺ τὸ γαῦρον καὶ ἀγέρωχον ἐπιφαίνων ἐν τοῖς ἀγῶσι,

τῷ δὲ ἄλλῳ τρόπῳ σώφρων, φιλάνθρωπος, Ἑλληνικῆς παιδείας καὶ λόγων ἄχρι τοῦ τιμᾶν καὶ θαυμάζειν τοὺς κατορθοῦντας ἐραστής, αὐτὸς δὲ ὑπʼ ἀσχολιῶν ἐφʼ ὅσον ἦν πρόθυμος ἀσκῆσαι καὶ μαθεῖν οὐκ ἐξικόμενος. εἰ γὰρ ἄλλοις τισὶν ἀνθρώποις ὁ θεός, ὥσπερ Ὅμηρος εἴρηκεν,

  1. ἐκ νεότητος ἔδωκε καὶ εἰς γῆρας τολυπεύειν
  2. ἀργαλέους πολέμους,
καὶ τοῖς τότε πρωτεύουσι Ῥωμαίων,

οἳ νέοι μὲν ὄντες περὶ Σικελίαν Καρχηδονίοις, ἀκμάζοντες δὲ Γαλάταις ὑπὲρ αὐτῆς Ἰταλίας ἐπολέμουν, ἤδη δὲ γηρῶντες Ἀννίβᾳ πάλιν συνείχοντο καὶ Καρχηδονίοις, οὐκ ἔχοντες, ὥσπερ οἱ πολλοὶ, διὰ γῆρας ἀνάπαυσιν στρατειῶν, ἀλλʼ ἐπὶ στρατηγίας πολέμων καὶ ἡγεμονίας κατʼ εὐγένειαν καὶ ἀρετὴν ἀγόμενοι.

p.438

Μάρκελλος δὲ πρὸς οὐδὲν μὲν ἦν μάχης εἶδος ἀργὸς οὐδὲ ἀνάσκητος, αὐτὸς δʼ ἑαυτοῦ κράτιστος ἐν τῷ μονομαχεῖν γενόμενος οὐδεμίαν πρόκλησιν ἔφυγε, πάντας δὲ τοὺς προκαλεσαμένους ἀπέκτεινεν. ἐν δὲ Σικελίᾳ τὸν ἀδελφὸν Ὀτακίλιον κινδυνεύοντα διέσωσεν ὑπερασπίσας καὶ ἀποκτείνας τοὺς ἐπιφερομένους.

ἀνθʼ ὧν ὄντι μὲν ἔτι νέῳ στέφανοι καὶ γέρα παρὰ τῶν στρατηγῶν ἦσαν, εὐδοκιμοῦντα δὲ μᾶλλον ἀγορανόμον μὲν ἀπέδειξε τῆς ἐπιφανεστέρας τάξεως ὁ δῆμος, οἱ δὲ ἱερεῖς αὔγουρα. τοῦτο δʼ ἐστὶν ἱερωσύνης εἶδος, ᾧ μάλιστα τὴν ἀπʼ οἰωνῶν μαντικὴν ἐπιβλέπειν καὶ παραφυλάττειν νόμος δέδωκεν.