Aemilius Paulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὐ μὴν ἀλλὰ, καίπερ ὢν ἀγεννὴς καὶ ταπεινός, ὑπὸ ῥώμης τῶν πραγμάτων ἀναφερόμενος πρὸς τὸν πόλεμον ἔστη καὶ διηρείσατο πολὺν χρόνον, ἡγεμόνας τε Ῥωμαίων ὑπατικοὺς καὶ στρατεύματα καὶ στόλους μεγάλους ἀποτριψάμενος, ἐνίων δὲ καὶ κρατήσας.

Πόπλιόν τε γὰρ Λικίννιον ἐμβαλόντα πρῶτον εἰς Μακεδονίαν τρεψάμενος ἱππομαχίᾳ δισχιλίους πεντακοσίους ἄνδρας ἀγαθοὺς ἀπέκτεινε καὶ ζῶντας ἄλλους ἑξακοσίους ἔλαβε,

τοῦ τε ναυστάθμου περὶ Ὠρεὸν ὁρμοῦντος ἀπροσδόκητον ἐπίπλουν θέμενος εἴκοσι μὲν αὐτοφόρτους ὁλκάδας ἐχειρώσατο, τὰς δʼ ἄλλας σίτου γεμούσας κατέδυσεν· ἐκράτησε δὲ καὶ πεντηρικά τέσσαρα.

καὶ μάχην ἐπολέμησε τὸ δεύτερον, ἐν ᾗ τὸν ὑπατικὸν Ὁστίλιον ἀπεκρούσατο καταβιαζόμενον[*](καταβιαζόμενον Coraës and Sintenis, after Bryan, for the καὶ βιαζόμενον of the MSS., where Bekker brackets καί.) κατὰ τὰς Ἐλιμίας· λάθρα δὲ διὰ Θεσσαλίας ἐμβαλόντα προκαλούμενος εἰς μάχην ἐφόβησε.

πάρεργον δὲ τοῦ πολέμου στρατείαν ἐπὶ Δαρδανεῖς θέμενος, ὡς δὴ τοὺς Ῥωμαίους ὑπερορῶν καὶ σχολάζων, μυρίους τῶν βαρβάρων κατέκοψε καὶ λείαν ἠλάσατο πολλήν.

ὑπεκίνει δὲ καὶ Γαλάτας τοὺς περὶ τὸν Ἴστρον ᾠκημένους, οἳ Βαστέρναι[*](οἳ Βαστέρναι Coraës and Bekker, after Stephanus: Βαστέρναι.) καλοῦνται, στρατὸν ἱππότην καὶ μάχιμον, Ἰλλυριούς τε διὰ Γενθίου τοῦ βασιλέως παρεκάλει συνεφάψασθαι

p.378
τοῦ πολέμου, καὶ λόγος κατέσχεν ὡς τῶν βαρβάρων μισθῷ πεπεισμένων ὑπʼ αὐτοῦ διὰ τῆς κάτω Γαλατίας παρὰ τὸν Ἀδρίαν ἐμβαλεῖν εἰς τὴν Ἰταλίαν.