Aemilius Paulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

διῳκημένων δὲ τῶν πλείστων καὶ μεγίστων ἐνόσησε νόσον ἐν ἀρχῇ μὲν ἐπισφαλῆ, χρόνῳ δὲ ἀκίνδυνον, ἐργώδη δὲ καὶ δυσαπάλλακτον γενομένην.

ἐπεὶ δὲ πεισθεὶς ὑπὸ τῶν ἰατρῶν ἔπλευσεν εἰς Ἐλέαν τῆς Ἰταλίας καὶ διέτριβεν αὐτόθι πλείω χρόνον ἐν παραλίοις ἀγροῖς καὶ πολλὴν ἡσυχίαν ἔχουσιν, ἐπόθησαν αὐτὸν οἱ Ῥωμαῖοι, καὶ φωνὰς πολλάκις ἐν θεάτροις οἷον εὐχόμενοι καὶ σπεύδοντες ἰδεῖν ἀφῆκαν.

οὔσης

paris.1624.276
δέ τινος ἱερουργίας ἀναγκαίας, ἤδη δὲ καὶ δοκοῦντος ἱκανῶς ἔχειν αὐτῷ τοῦ σώματος, ἐπανῆλθεν εἰς Ῥώμην.

κἀκείνην μὲν ἔθυσε μετὰ τῶν ἄλλων τὴν θυσίαν ἱερέων, ἐπιφανῶς τοῦ δήμου περικεχυμένου καὶ χαίροντος· τῇ δʼ ὑστεραίᾳ πάλιν ἔθυσεν αὐτὸς ὑπὲρ αὐτοῦ σωτήρια τοῖς θεοῖς,

καὶ συμπερανθείσης, ὡς προείρηται, τῆς θυσίας ὑποστρέψας οἴκαδε καὶ κατακλιθείς, πρὶν αἰσθέσθαι καὶ νοῆσαι τὴν μεταβολήν, ἐν ἐκστάσει καὶ παραφορᾷ τῆς διανοίας γενόμενος τριταῖος ἐτελεύτησεν, οὐδενὸς ἐνδεὴς οὐδʼ ἀτελὴς τῶν πρὸς εὐδαιμονίαν νενομισμένων γενόμενος.

καὶ γὰρ ἡ περὶ τὴν ἐκφορὰν πομπὴ θαυμασμὸν ἔσχε, καὶ ζῆλον ἐπικοσμοῦντα τὴν ἀρετὴν τοῦ ἀνδρὸς τοῖς ἀρίστοις καὶ μακαριωτάτοις ἐνταφίοις.

ταῦτα δʼ ἦν οὐ χρυσὸς οὐδʼ ἐλέφας οὐδʼ ἡ λοιπὴ πολυτέλεια

p.458
καὶ φιλοτιμία τῆς παρασκευῆς, ἀλλʼ εὔνοια καὶ τιμὴ καὶ χάρις οὐ μόνον παρὰ τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν πολεμίων.

ὅσοι γοῦν κατὰ τύχην παρῆσαν Ἰβήρων καὶ Λιγύων καὶ Μακεδόνων, οἱ μὲν ἰσχυροὶ τὰ σώματα καὶ νέοι διαλαβόντες τὸ λέχος ὑπέδυσαν καὶ παρεκόμιζον, οἱ δὲ πρεσβύτεροι συνηκολούθουν ἀνακαλούμενοι τὸν Αἰμίλιον εὐεργέτην καὶ σωτῆρα τῶν πατρίδων.

οὐ γὰρ μόνον ἐν οἷς ἐκράτησε καιροῖς ἠπίως πᾶσι καὶ φιλανθρώπως ἀπηλλάγη χρησάμενος, ἀλλὰ καὶ παρὰ πάντα τὸν λοιπὸν βίον ἀεί τι πράττων ἀγαθὸν αὐτοῖς καὶ κηδόμενος ὥσπερ οἰκείων καὶ συγγενῶν διετέλεσε.

τὴν δʼ οὐσίαν αὐτοῦ μόλις ἑπτὰ καὶ τριάκοντα μυριάδων γενέσθαι λέγουσιν, ἧς αὐτὸς μὲν ἀμφοτέρους τοὺς υἱοὺς ἀπέλιπε κληρονόμους, ὁ δὲ νεώτερος Σκηπίων τῷ ἀδελφῷ πᾶσαν ἔχειν συνεχώρησεν αὐτὸς εἰς οἶκον εὐπορώτερον τόν Ἀφρικανοῦ δεδομένος, οὗτος μὲν ὁ Παύλου Αἰμιλίου τρόπος καὶ βίος λέγεται γενέσθαι.