Aemilius Paulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὐ μὴν ἀλλʼ ὁ Αἰμίλιος ὀρθῶς λογιζόμενος ἀνδρείας καὶ θαρραλεότητος ἀνθρώποις οὐ πρὸς ὅπλα καὶ σαρίσας χρῆσιν εἶναι μόνον, ἀλλὰ πρὸς πᾶσαν ὁμαλῶς τύχης ἀντίστασιν, οὕτως ἡρμόσατο καὶ κατεκόσμησε τὴν τῶν παρόντων σύγκρασιν ὥστε τοῖς ἀγαθοῖς τὰ φαῦλα καὶ τὰ οἰκεῖα τοῖς δημοσίοις ἐναφανισθέντα μὴ ταπεινῶσαι τὸ μέγεθος μηδὲ καθυβρίσαι τὸ ἀξίωμα τῆς νίκης,

τὸν μέν γε πρότερον τῶν παίδων ἀποθανόντα θάψας εὐθὺς ἐθριάμβευσεν, ὡς λέλεκται· τοῦ δὲ δευτέρου μετὰ τὸν θρίαμβον τελευτήσαντος συναγαγὼν εἰς ἐκκλησίαν τὸν Ῥωμαίων δῆμον ἐχρήσατο λόγοις ἀνδρὸς οὐ δεομένου παραμυθίας, ἀλλὰ παραμυθουμένου τοὺς πολίτας δυσπαθοῦντας ἐφʼ οἷς ἐκεῖνος ἐδυστύχησεν.

ἔφη γάρ ὅτι τῶν ἀνθρωπίνων οὐδὲν οὐδέποτε δείσας, τῶν δὲ θείων ὡς ἀπιστότατον καὶ ποικιλώτατον πρᾶγμα τὴν τύχην ἀεὶ φοβηθείς, μάλιστα περὶ τοῦτον αὐτῆς τὸν πόλεμον, ὥσπερ πνεύματος λαμπροῦ, ταῖς πράξεσι παρούσης, διατελοίη μεταβολήν τινα καὶ παλίρροιαν προσδεχόμενος.