Aemilius Paulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐνεὶς δὲ πολλὰς τῷ στρατιωτικῷ πλήθει διαβολὰς κατὰ τοῦ στρατηγοῦ καὶ τὴν οὖσαν ὀργὴν ἔτι μᾶλλον ἐξερεθίσας ᾐτεῖτο παρὰ τῶν δημάρχων ἄλλην ἡμέραν ἐκείνην γὰρ οὐκ ἐξαρκεῖν τῇ κατηγορίᾳ, τέσσαρας ἔτι λοιπὰς ὥρας ἔχουσαν.
τῶν δὲ
καὶ γενομένου σκότους οἱ μὲν δήμαρχοι τὴν ἐκκλησίαν ἀφῆκαν, πρὸς δὲ τὸν Γάλβαν οἱ στρατιῶται συνέδραμον θρασύτεροι γεγονότες, καὶ συγκροτήσαντες αὑτοὺς περὶ τὸν ὄρθρον αὖθις καταλαμβάνονται τὸ Καπετώλιον ἐκεῖ γὰρ οἱ δήμαρχοι τὴν ἐκκλησίαν ἔμελλον ἄξειν.
ἅμα δʼ ἡμέρᾳ τῆς ψήφου δοθείσης ἥ τε πρώτη φυλὴ τὸν θρίαμβον ἀπεψηφίζετο, καὶ τοῦ πράγματος αἴσθησις εἰς τὸν ἀλλον δῆμον καὶ τὴν σύγκλητον κατῄει.
καὶ τὸ μὲν πλῆθος ὑπεραλγοῦν τῷ προπηλακίζεσθαι τὸν Αἰμίλιον ἐν φωναῖς ἦν ἀπράκτοις, οἱ δὲ γνωριμώτατοι τῶν ἀπὸ βουλῆς δεινὸν εἶναι τὸ γινόμενον βοῶντες ἀλλήλους παρεκάλουν ἐπιλαβέσθαι τῆς τῶν στρατιωτῶν ἀσελγείας καὶ θρασύτητος, ἐπὶ πᾶν ἀφιξομένης ἄνομον ἔργον καὶ βίαιον, εἰ μηδὲν ἐμποδὼν αὐτοῖς γένοιτο Παῦλον Αἰμίλιον ἀφελέσθαι τῶν ἐπινικίων τιμῶν,
ὠσάμενοι δὲ τὸν ὄχλον καὶ ἀναβάντες ἁθρόοι τοῖς δημάρχοις ἔλεγον ἐπισχεῖν τὴν ψηφοφορίαν, ἄχρι ἂν διαέλθωσιν ἃ βούλονται πρὸς τὸ πλῆθος.
ἐπισχόντων δὲ πάντων καὶ γενομένης σιωπῆς ἀνελθὼν ἀνὴρ ὑπατικὸς καὶ πολεμίους εἴκοσι καὶ τρεῖς ἐκ προκλήσεως ἀνῃρηκώς, Μᾶρκος Σερβίλιος, Αἰμίλιον μὲν ἔφη Παῦλον, ἡλίκος αὐτοκράτωρ γένοιτο, νῦν μάλιστα γινώσκειν, ὁρῶν ὅσης ἀπειθείας γέμοντι καὶ κακίας στρατεύματι χρώμενος οὕτω καλὰς