Aemilius Paulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Γναῖος δὲ Ὀκτάβιος ὁ ναυαρχῶν Αἰμιλίῳ προσορμισάμενος τῇ Σαμοθρᾴκῃ τὴν μὲν ἀσυλίαν παρεῖχε τῷ Περσεῖ διὰ τοὺς θεούς, ἔκπλου δὲ καὶ φυγῆς εἶργεν.

οὐ μὴν ἀλλὰ λανθάνει πως ὁ Περσεὺς Ὀροάνδην τινὰ Κρῆτα λέμβον ἔχοντα συμπείσας μετὰ χρημάτων ἀναλαβεῖν αὐτόν,

ὁ δὲ κρητισμῷ χρησάμενος τὰ μὲν χρήματα νύκτωρ ἀνέλαβεν, ἐκεῖνον δὲ τῆς ἑτέρας νυκτὸς ἥκειν κελεύσας ἐπὶ τὸν πρὸς τῷ

paris.1624.269
Δημητρίῳ λιμένα μετὰ τῶν τέκνων καὶ θεραπείας ἀναγκαίας, εὐθὺς ἀφʼ ἑσπέρας ἀπέπλευσεν.

ὁ δὲ Περσεὺς οἰκτρὰ μὲν ἔπασχε διὰ στενῆς θυρίδος παρὰ τὸ τεῖχος ἐκμηρυόμενος αὑτὸν καὶ παιδία καὶ γυναῖκα πόνων καὶ πλάνης ἀπείρους, οἰκτρότατον δὲ στεναγμὸν ἀφῆκεν, ὥς τις αὐτῷ πλανωμένῳ παρὰ τὸν αἰγιαλὸν ἤδη πελάγιον τὸν

p.424
Ὀροάνδην θέοντα κατιδὼν ἔφρασεν.

ὑπέλαμπε γὰρ ἡμέρα, καὶ πάσης ἐλπίδος ἔρημος ὑπεχώρει φυγῇ πρὸς τὸ τεῖχος, οὐ λαθὼν μέν, ὑποφθάσας δὲ τοὺς Ῥωμαίους, μετὰ τῆς γυναικός.

τὰ δὲ παιδία συλλαβὼν αὐτοῖς Ἴων ἐνεχείρισεν, ὃς πάλαι μὲν ἐρώμενος ἦν τοῦ Περσέως, τότε δὲ προδότης γενόμενος αἰτίαν παρέσχε τὴν μάλιστα συναναγκάσασαν τὸν ἄνθρωπον, ὡς θηρίον ἁλισκομένων τῶν τέκνων, εἰς χεῖρας ἐλθεῖν καὶ παραδοῦναι τὸ σῶμα τοῖς ἐκείνων κρατοῦσιν.

ἐπίστευε μὲν οὖν μάλιστα τῷ Νασικᾷ, κἀκεῖνον ἐκάλει μὴ παρόντος δὲ κατακλαύσας τὴν τύχην καὶ τὴν ἀνάγκην περισκεψάμενος ἔδωκεν αὑτὸν ὑποχείριον τῷ Γναίῳ, τότε μάλιστα ποιήσας φανερόν ὅτι τῆς φιλαργυρίας ἦν ἐν αὐτῷ τι κακὸν ἀγεννέστερον ἡ φιλοψυχία, διʼ ἥν, ὃ μόνον ἡ τύχη τῶν ἐπταικότων οὐκ ἀφαιρεῖται, τὸν ἔλεον, ἀπεστέρησεν ἑαυτοῦ.