Aemilius Paulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

δεύτερος δὲ Φάβιος Μάξιμος, ὁ πρεσβύτατος τῶν Αἰμιλίου παίδων, ἔτι μειράκιον ὤν, ἀνέστη προθυμούμενος.

ἡσθεὶς οὖν ὁ Αἰμίλιος δίδωσιν αὐτοῖς οὐχ ὅσους Πολύβιος εἴρηκεν, ἀλλʼ ὅσους αὐτὸς ὁ Νασικᾶς λαβεῖν φησι, γεγραφὼς περὶ τῶν πράξεων τούτων ἐπιστόλιον πρός τινα τῶν βασιλέων,

οἱ μέν ἐκτὸς τάξεως Ἰταλικοὶ τρισχίλιοι τὸ πλῆθος ἦσαν, τὸ δʼ εὐώνυμον κέρας εἰς πεντακισχιλίους.

τούτοις

paris.1624.263
προσλαβὼν ὁ Νασικᾶς ἱππεῖς ἑκατὸν εἴκοσι καί τῶν παρἉρπάλῳ Θρᾳκῶν καί Κρητῶν ἀναμεμιγμένων διακοσίους, ἐξώρμησε τῇ πρὸς θάλασσαν ὁδῷ, καί κατεστρατοπέδευσε παρὰ τὸ Ἡράκλειον, ὡς δὴ ταῖς ναυσὶ μέλλων ἐκπεριπλεῖν καί κυκλοῦσθαι τὸ στρατόπεδον τῶν πολεμίων.

ἐπεὶ δʼ ἐδείπνησαν οἱ στρατιῶται καί σκότος ἐγένετο, τοῖς ἡγεμόσι φράσας τὸ ἀληθὲς ἦγε διὰ νυκτὸς

p.394
τὴν ἐναντίαν ἀπὸ θαλάττης, καί καταλύσας ἀνέπαυε τὴν στρατιὰν ὑπὸ τὸ Πύθιον.

ἐνταῦθα τοῦ Ὀλύμπου τὸ ὕψος ἀνατείνει πλέον ἢ δέκα σταδίους· σημαίνεται δὲ ἐπιγράμματι τοῦ μετρήσαντος οὕτως·

  1. Οὐλύμπου κορυφῆς ἐπὶ Πυθίου Ἀπόλλωνος
  2. ἱερὸν ὕψος ἔχει, πρός κάθετον δὲ μέτρον,[*](πρὸς μέτρον a correction suggested by Sintenis (and adopted by Bekker) of the unmetrical πρὸς τὴν κάθετον δʼ ἐμετρήθη of the MSS.)
  3. πλήρη μέν δεκάδα σταδίων μίαν, αὐτὰρ ἐπʼ αὐτῇ
  4. πλέθρον τετραπέδῳ λειπόμενον μεγέθει.
  5. Εὐμήλου δέ μιν υἱὸς ἐθήκατο μέτρα κελεύθου
  6. Ξειναγόρης· σὺ δʼ, ἄναξ, χαῖρε καί ἐσθλὰ δίδου.

καίτοι λέγουσιν οἱ γεωμετρικοὶ μήτε ὄρους ὕψος μήτε βάθος θαλάττης ὑπερβάλλειν δέκα σταδίους. ὁ μέντοι Ξεναγόρας οὐ παρέργως, ἀλλὰ μεθόδῳ καί διʼ ὀργάνων εἰληφέναι δοκεῖ τὴν μέτρησιν.

ὁ μὲν οὖν Νασικᾶς ἐνταῦθα διενυκτέρευσε· τῷ δὲ Περσεῖ τὸν Αἰμίλιον ἀτρεμοῦντα κατὰ χώραν ὁρῶντι καὶ μὴ λογιζομένῳ τὸ γινόμενον ἀποδρὰς ἐκ τῆς ὁδοῦ Κρὴς αὐτόμολος ἧκε μηνύων τὴν περίοδον τῶν Ῥωμαίων.

ὁ δὲ συνταραχθείς τὸ μὲν στρατόπεδον οὐκ ἐκίνησε, μυρίους δὲ μισθοφόρους ξένους καὶ δισχιλίους Μακεδόνας Μίλωνι παραδοὺς ἐξαπέστειλε, παρακελευσάμενος ταχῦναι καὶ καταλαβεῖν τὰς ὑπερβολάς.

τούτοις ὁ μὲν Πολύβιός φησιν ἔτι κοιμωμένοις ἐπιπεσεῖν τοὺς Ῥωμαίους, ὁ δὲ Νασικᾶς

p.396
ὀξὺν ἀγῶνα περὶ τοῖς ἄκροις γενέσθαι καὶ κίνδυνον, αὐτὸς δὲ Θρᾷκα μισθοφόρον εἰς χεῖρας συνδραμόντα τῷ ξυστῷ διὰ τοῦ στήθους πατάξας καταβαλεῖν, ἐκβιασθέντων δὲ τῶν πολεμίων, καὶ τοῦ Μίλωνος αἴσχιστα φεύγοντος ἄνευ τῶν ὅπλων μονοχίτωνος, ἀσφαλῶς ἀκολουθεῖν, ἅμα καταβιβάζων εἰς τὴν χώραν τὸ στράτευμα.

τούτων δὲ τῷ Περσεῖ προσπεσόντων κατὰ τάχος ἀναζεύξας ἦγεν ὀπίσω, περίφοβος γεγονὼς καὶ συγκεχυμένος ταῖς ἐλπίσιν.

αὐτοῦ δʼ ὅμως πρὸ τῆς Πύδνης ὑπομένοντα πειρᾶσθαι μάχης ἀναγκαῖον ἦν, ἢ τῷ στρατῷ σκεδασθέντι περὶ τὰς πόλεις δέχεσθαι τὸν πόλεμον, ἐπείπερ ἅπαξ ἐμβέβηκε τῇ χώρᾳ, δίχα πολλοῦ φόνου καὶ νεκρῶν ἐκπεσεῖν μὴ δυνάμενον.