Aemilius Paulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
οὐ γὰρ μόνον ἀπέπεμψε τοὺς Γαλάτας ψευσάμενος, ἀλλὰ καὶ Γένθιον ἐπάρας τὸν Ἰλλυριὸν ἐπὶ τριακοσίοις ταλάντοις συνεφάψασθαι τοῦ πολέμου τὰ μὲν χρήματα τοῖς παρʼ αὐτοῦ πεμφθεῖσι προὔθηκεν ἠριθμημένα καὶ κατασημήνασθαι παρέσχεν·
ὡς δὲ πεισθεὶς ἔχειν ἃ ᾔτησεν ὁ Γένθιος ἔργον ἀσεβὲς καὶ δεινὸν ἔδρασε (πρέσβεις γὰρ ἐλθόντας Ῥωμαίων πρὸς αὐτὸν συνέλαβε καὶ κατέδησεν), ἡγούμενος ὁ Περσεὺς οὐδὲν ἔτι δεῖσθαι τῶν χρημάτων τὴν ἐκπολέμωσιν, ἄλυτα τοῦ Γενθίου προδεδωκότος ἔχθρας ἐνέχυρα καὶ διὰ τηλικαύτης ἀδικίας ἐμβεβληκότος ἑαυτὸν εἰς τὸν πόλεμον,
ἀπεστέρησε τὸν κακοδαίμονα τῶν τριακοσίων ταλάντων, καὶ περιεῖδεν ὀλίγῳ χρόνῳ μετὰ τέκνων καὶ γυναικὸς ὡς ἀπὸ νεοττιᾶς ἀρθέντα τῆς βασιλείας ὑπὸ Λευκίου Ἀνικίου στρατηγοῦ πεμφθέντος ἐπʼ αὐτὸν μετὰ δυνάμεως.
ἐπὶ τοιοῦτον ἀντίπαλον ἐλθὼν ὁ Αἰμίλιος αὐτοῦ μὲν κατεφρόνει, τὴν δʼ ὑπʼ αὐτῷ παρασκευὴν καὶ δύναμιν ἐθαύμαζεν. ἦσαν γὰρ ἱππεῖς μὲν τετρακισχίλιοι, πεζοὶ δʼ εἰς φάλαγγα τετρακισμυρίων οὐ πολλοῖς ἀποδέοντες.
ἱδρυμένος δὲ πρὸ τῆς θαλάττης παρὰ τὴν Ὀλυμπικὴν ὑπώρειαν ἐπὶ χωρίων οὐδαμόθεν προσαγωγὴν ἐχόντων καὶ πάντοθεν ὑπʼ αὐτοῦ διαπεφραγμένων ἐρύμασι καὶ προτειχίσμασι ξυλίνοις πολλὴν ἄδειαν ἦγεν, ἀποτρύσειν χρόνῳ καὶ χρημάτων δαπάνῃ τὸν Αἰμίλιον ἡγούμενος.
ὁ δὲ τῇ γνώμῃ μὲν ἦν ἐνεργός ἐπὶ πᾶν βούλευμα καὶ πᾶσαν τρεπόμενος πεῖραν, ὑπʼ ἀδείας δὲ τῆς πρόσθεν
τὰς δὲ νυκτερινὰς