Aemilius Paulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καὶ φανεὶς εὐθὺς ἐν τοῖς μετιοῦσι τὴν ὑπατείαν ἔδοξεν οὐκ ἀρχὴν ληψόμενος, ἀλλὰ νίκην καὶ κράτος πολέμου κομίζων καὶ διδοὺς τοῖς πολίταις καταβαίνειν εἰς τὸ πεδίον·

μετὰ τοσαύτης ἐλπίδος καὶ προθυμίας ἐδέξαντο πάντες αὐτὸν καὶ κατέστησαν ὕπατον τὸ δεύτερον, οὐκ ἐάσαντες κλῆρον γενέσθαι, καθάπερ εἰώθει, περὶ τῶν ἐπαρχιῶν, ἀλλʼ εὐθὺς ἐκείνῳ ψηφισάμενοι τοῦ Μακεδονικοῦ πολέμου τὴν ἡγεμονίαν.

λέγεται δʼ αὐτόν, ὡς ἀνηγορεύθη κατὰ τοῦ Περσέως στρατηγός, ὑπὸ τοῦ δήμου παντὸς οἴκαδε προπεμφθέντα λαμπρῶς εὑρεῖν τὸ θυγάτριον τὴν Τερτίαν

p.380
δεδακρυμένην ἔτι παιδίον οὖσαν·

ἀσπαζόμενον οὖν αὐτὴν ἐρωτᾶν ἐφʼ ὅτῳ λελύπηται· τὴν δὲ περιβαλοῦσαν καὶ καταφιλοῦσαν, οὐ γὰρ οἶσθα, εἰπεῖν, ὦ πάτερ, ὅτι ἡμῖν ὁ Περσεὺς τέθνηκε ; λέγουσαν κυνίδιον σύντροφον οὕτω προσαγορευόμενον·

καὶ τὸν Αἰμίλιον ἀγαθῇ τύχῃ, φάναι, ὦ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν. ταῦτα μὲν οὖν Κικέρων ὁ ῥήτωρ ἐν τοῖς περὶ μαντικῆς ἱστόρηκεν.

εἰωθότων δὲ τῶν ὑπατείαν λαβόντων οἷον ἀνθομολογεῖσθαί τινα χάριν καὶ προσαγορεύειν φιλοφρόνως τὸν δῆμον ἀπὸ τοῦ βήματος, Αἰμίλιος εἰς ἐκκλησίαν συναγαγὼν τοὺς πολίτας τὴν μὲν προτέραν ὑπατείαν μετελθεῖν ἔφη αὐτὸς ἀρχῆς δεόμενος, τὴν δὲ δευτέραν ἐκείνων στρατηγοῦ δεομένων·

διʼ ὃ μηδεμίαν αὐτοῖς χάριν ἔχειν, ἀλλʼ, εἰ νομίζουσι διʼ ἑτέρου βέλτιον ἕξειν τὰ κατὰ τὸν πόλεμον, ἐξίστασθαι τῆς ἡγεμονίας, εἰ δὲ πιστεύουσιν αὐτῷ, μὴ παραστρατηγεῖν μηδὲ λογοποιεῖν, ἀλλʼ ὑπουργεῖν σιωπῇ τὰ δέοντα πρὸς τὸν πόλεμον, ὡς, ἐὰν ἄρχοντος ἄρχειν ζητῶσιν, ἔτι μᾶλλον ἢ νῦν καταγελάστους ἐν ταῖς στρατείαις ἐσομένους.