Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τῶν δὲ φίλων οὐ περιϊδόντων, ἀλλὰ πᾶσαν δέησιν καὶ πᾶσαν ἀνάγκην προσενεγκαμένων ἔγνω ζῆν καθʼ ἑαυτὸν, ἐκ μέσου γενόμενος· καὶ πολιτείαν μὲν ἅπασαν ἀφῆκε, τοὺς δὲ πρώτους χρόνους οὐδὲ κατιὼν εἰς πόλιν, ἀλλʼ ἀδημονῶν καὶ πλανώμενος ἐν τοῖς ἐρημοτάτοις τῶν ἀγρῶν διέτριβεν.

οὕτως αἱ κρίσεις, ἂν μὴ βεβαιότητα καὶ ῥώμην ἐκ λόγου καὶ φιλοσοφίας προσλάβωσιν ἐπὶ τὰς πράξεις, σείονται καὶ παραφέρονται ῥᾳδίως ὑπὸ τῶν τυχόντων ἐπαίνων καὶ ψόγων, ἐκκρουόμεναι τῶν οἰκείων λογισμῶν,

δεῖ γὰρ οὐ μόνον, ὡς ἔοικε, τὴν πρᾶξιν καλὴν εἶναι καὶ δικαίαν, ἀλλὰ καὶ τὴν δόξαν, ἀφʼ ἧς πράττεται, μόνιμον καὶ ἀμετάπτωτον,

ἵνα πράττωμεν δοκιμάσαντες, μηδʼ ὥσπερ οἱ λίχνοι τὰ πλήσμια τῶν ἐδεσμάτων ὀξυτάτῃ διώκοντες ἐπιθυμίᾳ τάχιστα

p.274
δυσχεραίνουσιν ἐμπλησθέντες, οὕτως ἡμεῖς ἐπὶ ταῖς πράξεσι συντελεσθείσαις ἀθυμῶμεν διʼ ἀσθένειαν ἀπομαραινομένης τῆς τοῦ καλοῦ φαντασίας.