Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἀγαλλόμενοι καὶ μέγα φρονοῦντες ὅτι παρʼ αὐτοῖς εἵλετο καταζῆσαι τὸν βίον, οὕτω λαμπρᾶς ἐπανόδου τῆς εἰς τὴν Ἑλλάδα παρεσκευασμένης αὐτῷ διὰ τῶν εὐτυχημάτων καταφρονήσας.

πολλῶν δὲ καὶ μεγάλων εἰς τὴν ἐκείνου τιμὴν γραφομένων καὶ πραττομένων οὐδενὸς ἧττον ἦν τὸ ψηφίσασθαι τὸν τῶν Συρακουσίων δῆμον, ὁσάκις συμπέσοι

p.352
πόλεμος αὐτοῖς πρὸς ἀλλοφύλους, Κορινθίῳ χρῆσθαι στρατηγῷ.

καλὴν δὲ καὶ τὸ περὶ τὰς ἐκκλησίας γινόμενον ὄψιν εἰς τιμὴν αὐτοῦ παρεῖχε· τὰ γὰρ ἄλλα διʼ αὑτῶν κρίνοντες ἐπὶ τὰς μείζονας διασκέψεις ἐκεῖνον ἐκάλουν.

ὁ δὲ κομιζόμενος διʼ ἀγορᾶς ἐπὶ ζεύγους πρὸς τὸ θέατρον ἐπορεύετο καὶ τῆς ἀπήνης, ὥσπερ ἐτύγχανε καθήμενος, εἰσαγομένης, ὁ μὲν δῆμος ἠσπάζετο μιᾷ φωνῇ προσαγορεύων αὐτόν, ὁ δʼ ἀντασπασάμενος καὶ χρόνον τινὰ δοὺς ταῖς εὐφημίαις καὶ τοῖς ἐπαίνοις, εἶτα διακούσας τὸ ζητούμενον, ἀπεφαίνετο γνώμην.