Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ Μάμερκον εἰς Κατάνην καὶ περὶ τὸ ῥεῦμα τὴν Ἄβολον ἐκ παρατάξεως ὑποστάντα νικήσας καὶ τρεψάμενος ὑπὲρ δισχιλίους ἀνεῖλεν, ὧν μέρος οὐκ ὀλίγον ἦσαν οἱ πεμφθέντες ὑπὸ Γέσκωνος ἐπίκουροι Φοίνικες.

ἐκ δὲ τούτου Καρχηδόνιοι μέν εἰρήνην ἐποιήσαντο πρὸς αὐτὸν δεηθέντες, ὥστε τὴν ἐντὸς τοῦ Λύκου χώραν ἔχειν, καὶ τοῖς βουλομένοις[*](τοῖς βουλομένοις Coraës, Sintenis1, and Bekker, after Reiske (with AC): τοὺς βουλομένους. Coraës and Bekker bracket the preceding καί.) ἐξ αὐτῆς μετοικεῖν πρὸς Συρακουσίους χρήματα καὶ γενεὰς ἀποδιδόντες, καὶ τοῖς

p.342
τυράννοις ἀπειπάμενοι τὴν συμμαχίαν.

Μάμερκος δὲ δυσθυμῶν ταῖς ἐλπίσιν ἔπλει μέν εἰς Ἰταλίαν ὡς Λευκανοὺς ἐπάξων Τιμολέοντι καὶ Συρακουσίοις, ἐπεὶ δὲ ἀποστρέψαντες οἱ σὺν αὐτῷ τὰς τριήρεις καὶ πλεύσαντες εἰς Σικελίαν τῷ Τιμολέοντι τὴν Κατάνην παρέδωκαν, ἀναγκασθεὶς καὶ αὐτὸς εἰς Μεσσήνην κατέφυγε πρός Ἵππωνα τὸν τυραννοῦντα τῆς πόλεως,

ἐπελθόντος δὲ τοῦ Τιμολέοντος αὐτοῖς καὶ πολιορκοῦντος ἔκ τε γῆς καὶ θαλάττης, ὁ μέν Ἵππων ἀποδιδράσκων ἐπὶ νεὼς ἥλω, καὶ παραλαβόντες αὐτὸν οἱ Μεσσήνιοι, καὶ τοὺς παῖδας ἐκ τῶν διδασκαλείων ὡς ἐπὶ θέαμα κάλλιστον τὴν τοῦ τυράννου τιμωρίαν ἀγαγόντες εἰς θέατρον, ᾐκίσαντο καὶ διέφθειραν·

ὁ δὲ Μάμερκος ἑαυτὸν Τιμολέοντι παρέδωκεν ἐπὶ τῷ δίκην ὑποσχεῖν ἐν Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος.

ἀχθεὶς δὲ εἰς τὰς Συρακούσας, παρελθὼν εἰς τὸν δῆμον ἐπεχείρει μέν τινα συγκείμενον ἐκ παλαιοῦ λόγον ὑπʼ αὐτοῦ διεξιέναι, θορύβοις δὲ περιπίπτων καὶ τὴν ἐκκλησίαν ὁρῶν ἀπαραίτητον ἔθει ῥίψας τὸ ἱμάτιον διὰ μέσου τοῦ θεάτρου, καὶ πρός τι τῶν βάθρων δρόμῳ φερόμενος συνέρρηξε τὴν κεφαλὴν ὡς ἀποθανούμενος.

οὐ μὴν ἔτυχέ γε ταύτης τῆς τελευτῆς, ἀλλʼ ἔτι ζῶν ἀπαχθεὶς ἥνπερ οἱ λῃσταὶ δίκην ἔδωκε.