Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τῶν δὲ ὑπὸ πόδας τόπων ἀνακαθαιρομένων ὅ τε Κρίμησος ἐξεφάνη καὶ διαβαίνοντες αὑτὸν ὤφθησαν οἱ πολέμιοι, πρώτοις μὲν τοῖς τεθρίπποις ἐκπληκτικῶς πρὸς ἀγῶνα κατεσκευασμένοις, κατόπιν δὲ τούτων μυρίοις ὁπλίταις λευκάσπισι.

τούτους ἐτεκμαίροντο Καρχηδονίους εἶναι τῇ λαμπρότητι τῆς σκευῆς καὶ τῇ βραδυτῆτι καὶ τάξει τῆς

p.326
πορείας.

μετὰ δὲ τούτους τῶν λοιπῶν ἐθνῶν ἐπιρρεόντων καὶ τὴν διάβασιν μετʼ ὠθισμοῦ καὶ ταραχῆς ποιουμένων, συνιδὼν ὁ Τιμολέων τὸν ποταμὸν αὐτοῖς ταμιεύοντα τοῦ πλήθους τῶν πολεμίων ἀπολαβεῖν ὅσοις ἐθέλοιεν αὐτοὶ μάχεσθαι, καὶ τοὺς στρατιώτας καθορᾶν κελεύσας τὴν φάλαγγα τῷ ῥείθρῳ διαλελυμένην καὶ τοὺς μὲν ἤδη διαβεβηκότας, τοὺς δὲ μέλλοντας, προσέταξε Δημαρέτῳ λαβόντι τοὺς ἱππεῖς ἐμβαλεῖν εἰς τοὺς Καρχηδονίους καὶ συνταράξαι τὸν διάκοσμον αὐτῶν τῆς παρατάξεως οὔπω καθεστώσης.

αὐτὸς δὲ καταβὰς εἰς τὸ πεδίον τὰ μὲν κέρατα τοῖς ἄλλοις Σικελιώταις ἀπέδωκεν, ἀναμίξας ἑκατέρῳ τῶν ξένων οὐ πολλούς, ἐν μέσῳ δὲ περὶ αὑτὸν λαβὼν τοὺς Συρακουσίους καὶ τὸ μαχιμώτατον τῶν μισθοφόρων βραχὺν μὲν χρόνον ἐπέσχε τὸ τῶν ἱππέων ἀποθεωρῶν ἔργον,

ὡς δὲ ἐκείνους εἶδεν ὑπὸ τῶν ἁρμάτων πρὸ τῆς τάξεως διαθεόντων εἰς χεῖρας ἐλθεῖν τοῖς Καρχηδονίοις οὐ δυναμένους, ἀλλʼ ὅπως μὴ συνταραχθεῖεν ἀναγκαζομένους ἐξελίττειν συνεχῶς καὶ πυκνὰς ἐξ ἐπιστροφῆς ποιεῖσθαι τὰς ἐπελάσεις,

ἀναλαβὼν τὴν ἀσπίδα καὶ βοήσας ἕπεσθαι καὶ θαρρεῖν τοῖς πεζοῖς ἔδοξεν ὑπερφυεῖ φωνῇ καὶ μείζονι κεχρῆσθαι τῆς συνήθους, εἴτε τῷ πάθει παρὰ τὸν ἀγῶνα καὶ τὸν ἐνθουσιασμὸν οὕτω διατεινάμενος, εἴτε δαιμονίου τινός, ὡς τοῖς πολλοῖς τότε παρέστη, συνεπιφθεγξαμένου.