Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τὸ μὲν οὖν ἔτος ἱσταμένου θέρους εἶχεν ὥραν, καὶ λήγοντι μηνὶ Θαργηλιῶνι πρὸς τὰς τροπὰς ἤδη συνῆπτε τὸν καιρόν·

ὁμίχλην δὲ τοῦ ποταμοῦ πολλὴν ἀναδιδόντος πρῶτον μὲν ἀπεκρύπτετο ζόφῳ τὸ πεδίον, καὶ σύνοπτον οὐδὲν ἦν ἀπὸ τῶν πολεμίων, πλὴν ἠχή τις ἄκριτος καὶ συμμιγὴς ἄνω πρὸς τὸν λόφον ἐχώρει πρόσωθεν ἀνισταμένης στρατιᾶς τοσαύτης.

ὡς δʼ ἀναβάντες ἐπὶ τὸν λόφον ἔστησαν οἱ Κορίνθιοι καὶ θέμενοι τὰς ἀσπίδας διανεπαύοντο, τοῦ ἡλίου περιφερομένου καὶ μετεωρίζοντος τὴν ἀναθυμίασιν, ὁ μὲν θολερὸς ἀὴρ ἀθροιζόμενος πρὸς τὰ ὑψηλὰ καὶ συνιστάμενος κατενέφωσε τὰς ἀκρωρείας,

τῶν δὲ ὑπὸ πόδας τόπων ἀνακαθαιρομένων ὅ τε Κρίμησος ἐξεφάνη καὶ διαβαίνοντες αὑτὸν ὤφθησαν οἱ πολέμιοι, πρώτοις μὲν τοῖς τεθρίπποις ἐκπληκτικῶς πρὸς ἀγῶνα κατεσκευασμένοις, κατόπιν δὲ τούτων μυρίοις ὁπλίταις λευκάσπισι.