Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν τούτῳ δὲ Καρχηδόνιοι καταπλέουσιν εἰς τὸ Λιλύβαιον ἄγοντες ἑπτὰ μυριάδας στρατοῦ καὶ τριήρεις διακοσίας καὶ πλοῖα χίλια κομίζοντα μηχανὰς καὶ τέθριππα καὶ σῖτον ἄφθονον καὶ τὴν ἄλλην παρασκευήν, ὡς οὐκέτι ποιησόμενοι κατὰ μέρος τὸν πόλεμον, ἀλλʼ ὁμοῦ πάσης Σικελίας ἐξελάσοντες τοὺς Ἕλληνας·

ἦν γὰρ ἡ δύναμις ἐπαρκοῦσα καὶ μὴ νοσοῦντας μηδὲ διεφθαρμένους ὑπʼ ἀλλήλων συλλαβέσθαι Σικελιώτας.

πυθόμενοι δὲ πορθεῖσθαι τὴν ἐπικράτειαν αὐτῶν, εὐθὺς ὀργῇ πρὸς τοὺς Κορινθίους ἐχώρουν Ἀσδρούβα τε καὶ Ἀμίλκα στρατηγούντων.

τῆς δὲ ἀγγελίας ὀξέως εἰς Συρακούσας ἀφικομένης οὕτω κατεπλάγησαν οἱ Συρακούσιοι πρὸς τὸ μέγεθος τῆς δυνάμεως ὥστε μόλις τῷ Τιμολέοντι τρισχιλίους ἀπὸ τοσούτων μυριάδων ὅπλα

p.322
λαβόντας τολμῆσαι συνεξελθεῖν.

οἱ δὲ μισθοφόροι τετρακισχίλιοι τὸ πλῆθος ἦσαν καὶ τούτων αὖθις ὅσον χίλιοι καθʼ ὁδὸν ἀποδειλιάσαντες ἀνεχώρησαν, ὡς οὐχ ὑγιαίνοντος τοῦ Τιμολέοντος, ἀλλὰ μαινομένου παρʼ ἡλικίαν καὶ πρὸς ἑπτὰ μυριάδας πολεμίων μετὰ πεντακισχιλίων πεζῶν καὶ χιλίων ἱππέων βαδίζοντος, καὶ διαρτῶντος ὁδὸν ἡμερῶν ὀκτὼ τὴν δύναμιν ἀπὸ τῶν Συρακουσῶν, ὅθεν οὔτε σωθῆναι τοῖς φεύγουσιν οὔτε ταφῆναι τοῖς πεσοῦσιν αὐτῶν ὑπάρξει,

τούτους μὲν οὖν Τιμολέων κέρδος ἡγεῖτο πρὸ τῆς μάχης φανεροὺς γεγονότας, τοὺς δὲ ἄλλους ἐπιρρώσας κατὰ τάχος ἦγε πρὸς τὸν Κρίμησον ποταμόν, ὅπου καὶ τοὺς Καρχηδονίους ἤκουσε συνάπτειν.