Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τὸ δὲ μὴ ἀποθανεῖν τινα μηδὲ τρωθῆναι τῶν Κορινθίων ἴδιον ἔργον αὑτῆς ἡ Τιμολέοντος ἐπεδείξατο τύχη, καθάπερ διαμιλλωμένη πρὸς τὴν ἀρετὴν τοῦ ἀνδρός, ἵνα τῶν ἐπαινουμένων αὐτοῦ τὰ μακαριζόμενα μᾶλλον οἱ πυνθανόμενοι θαυμάζωσιν.

οὐ γὰρ μόνον Σικελίαν πᾶσαν οὐδʼ Ἰταλίαν εὐθὺς ἡ φήμη κατέσχεν, ἀλλʼ ἡμερῶν ὀλίγων ᾗ Ἑλλὰς διήχει τὸ μέγεθος τοῦ κατορθώματος, ὥστε τὴν τῶν Κορινθίων πόλιν ἀπιστοῦσαν εἰ διαπέπλευκεν ὁ στόλος, ὁμοῦ καὶ σεσῳσμένους καὶ νενικηκότας ἀκούειν τοὺς ἄνδρας.

οὕτως εὐρόησαν αἱ πράξεις, καὶ τοσοῦτο τῷ κάλλει τῶν ἔργων τὸ τάχος ἡ τύχη προσέθηκεν.

γενόμενος δὲ τῆς ἄκρας κύριος οὐκ ἔπαθε Δίωνι ταὐτὸ πάθος, οὐδʼ ἐφείσατο τοῦ τόπου διὰ τὸ κάλλος καὶ τὴν πολυτέλειαν τῆς κατασκευῆς, ἀλλὰ τὴν ἐκεῖνον διαβαλοῦσαν, εἶτʼ ἀπολέσασαν ὑποψίαν φυλαξάμενος ἐκήρυξε τῶν Συρακοσίων

p.314
τὸν βουλόμενον παρεῖναι μετὰ σιδήρου καὶ συνεφάπτεσθαι κατασκαπτομένων τῶν τυραννικῶν ἐρυμάτων.