Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Φιλίππου δὲ τοῦ Μακεδόνος παρὰ πότον τινὰ λόγον μετὰ εἰρωνείας ἐμβαλόντος περὶ τῶν μελῶν καὶ τῶν τραγῳδιῶν ἃς ὁ πρεσβύτερος Διονύσιος κατέλιπε, καί προσποιουμένου διαπορεῖν ἐν τίνι χρόνῳ ταῦτα ποιεῖν ἐκεῖνος ἐσχόλαζεν, οὐ φαύλως ἀπήντησεν ὁ Διονύσιος εἰπών ἐν ᾧ σὺ κἀγὼ καί πάντες οἱ μακάριοι δοκοῦντες εἶναι περὶ κώθωνα διατρίβομεν.

Πλάτων μὲν οὖν οὐκ ἐπεῖδεν ἐν Κορίνθῳ Διονύσιον, ἀλλʼ ἔτυχεν ἤδη τεθνηκώς, ὁ δὲ Σινωπεὺς Διογένης ἀπαντήσας αὐτῷ πρῶτον, ὡς ἀναξίως, ἔφη, Διονύσιε, ζῇς.

ἐπιστάντος δʼ ἐκείνου καὶ εἰπόντος· εὖ ποιεῖς, ὦ Διόγενες, συναχθόμενος ἡμῖν ἠτυχηκόσι, τί γὰρ; εἶπεν ὁ Διογένης, οἴει μέ σοὶ συναλγεῖν, οὐ διαγανακτεῖν ὅτι τοιοῦτον ἀνδράποδον ὤν, καί τοῖς τυραννείοις, ὥσπερ ὁ πατὴρ, ἐπιτήδειος ἐγγηράσας ἀποθανεῖν, ἐνταῦθα παίζων καί τρυφῶν διάγεις

p.298
μεθʼ ἡμῶν;

ὥστε μοι παραβάλλοντι τούτοις τὰς Φιλίστου φωνάς, ἃς ἀφίησι περὶ τῶν Λεπτίνου θυγατέρων ὀλοφυρόμενος, ὡς ἐκ μεγάλων ἀγαθῶν τῶν τῆς τυραννίδος εἰς ταπεινὴν ἀφιγμένων δίαιταν, φαίνεσθαι θρήνους γυναικὸς ἀλαβάστους καί πορφύρας καί χρυσία ποθούσης.

ταῦτα μὲν οὖν οὐκ ἀλλότρια τῆς τῶν βίων ἀναγραφῆς οὐδὲ ἄχρηστα δόξειν οἰόμεθα μὴ σπεύδουσι μηδὲ ἀσχολουμένοις ἀκροαταῖς.

τῆς δὲ Διονυσίου δυστυχίας παραλόγου φανείσης οὐχ ἧττον ἡ Τιμολέοντος εὐτυχία τὸ θαυμαστὸν ἔσχεν.

ἐπιβὰς γὰρ Σικελίας ἐν ἡμέραις πεντήκοντα τήν τʼ ἀκρόπολιν τῶν Συρακουσῶν παρέλαβε καὶ Διονύσιον εἰς Πελοπόννησον ἐξέπεμψεν.

ὅθεν ἐπιρρωσθέντες οἱ Κορίνθιοι πέμπουσιν αὐτῷ δισχιλίους ὁπλίτας καὶ διακοσίους ἱππεῖς, οἳ κομισθέντες ἄχρι Θουρίων τήν ἐκεῖθεν περαίωσιν ὑπὸ Καρχηδονίων πολλαῖς ναυσὶ κατεχομένης τῆς θαλάττης ἄπορον ὁρῶντες, ὡς ἦν ἀνάγκη καιρὸν περιμένοντας ἀτρεμεῖν αὐτόθι, πρὸς κάλλιστον ἔργον ἀπεχρήσαντο τῇ σχολῇ.

Θουρίων γὰρ ἐπὶ Βρεττίους στρατευόντων τήν πόλιν παραλαβόντες ὥσπερ πατρίδα καθαρῶς καὶ πιστῶς διεφύλαξαν.

ὁ δʼ Ἱκέτης τήν μὲν ἀκρόπολιν τῶν Συρακουσῶν ἐπολιόρκει καὶ σῖτον ἐκώλυεν εἰσπλεῖν τοῖς Κορινθίοις, Τιμολέοντι δὲ δύο ξένους παρασκευάσας δολοφονήσοντας αὐτὸν ὑπέπεμψεν εἰς Ἀδρανόν, οὔτε ἄλλως περὶ τὸ σῶμα συντεταγμένην

p.300
ἔχοντι φυλακήν, καὶ τότε παντάπασι διὰ τὸν θεὸν ἀνειμένως καὶ ἀνυπόπτως σχολάζοντι μετὰ τῶν Ἀδρανιτῶν.