Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

στρατιῶται δὲ δισχίλιοι τῷ Διονυσίῳ παρῆσαν, οὓς ἐκεῖνος, ὡς τἆλλα, τῷ Τιμολέοντι παρέδωκεν, αὐτὸς δὲ χρήματα λαβὼν καὶ τῶν φίλων οὐ πολλοὺς ἔλαθεν ἐκπλεύσας τὸν Ἱκέτην.

καὶ κομισθεὶς εἰς τὸ τοῦ Τιμολέοντος

p.292
στρατόπεδον, τότε πρῶτον ἰδιώτης καὶ ταπεινὸς ὀφθείς, ἐπὶ μιᾶς νεὼς καὶ χρημάτων ὀλίγων εἰς Κόρινθον ἀπεστάλη,

γεννηθεὶς μὲν καὶ τραφεὶς ἐν τυραννίδι τῇ πασῶν ἐπιφανεστάτῃ καὶ μεγίστῃ, κατασχὼν δὲ ταύτην ἔτη δέκα, δώδεκα δʼ ἄλλα μετὰ τὴν Δίωνος στρατείαν ἐν ἀγῶσι καὶ πολέμοις διαφορηθείς, ἃ δʼ ἔπραξε τυραννῶν οἷς ἔπαθεν ὑπερβαλόμενος,

καὶ γὰρ υἱῶν ἐνηλίκων θανάτους καὶ θυγατέρων καταπορνεύσεις παρθένων ἐπεῖδε, καὶ τὴν αὐτὴν ἀδελφὴν καὶ γυναῖκα ζῶσαν μὲν εἰς τὸ σῶμα ταῖς ἀσελγεστάταις ὑπὸ τῶν πολεμίων ἡδοναῖς παρανομηθεῖσαν, βίᾳ δʼ ἀποθανοῦσαν μετὰ τῶν τέκνων, καταποντισθεῖσαν εἰς τὸ πέλαγος, ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Δίωνος ἀκριβῶς γέγραπται.