Timoleon
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἀλλʼ Ἱκέτης μὲν ἧκε πεντακισχιλίους στρατιώτας ἔχων, Τιμολέοντι δὲ οἱ σύμπαντες ἦσαν οὐ πλείους χιλίων διακοσίων·
οὓς ἀναλαβὼν ἐκ τοῦ Ταυρομενίου, σταδίων πρὸς τὸ Ἀδρανὸν ὄντων τετταράκοντα καί τριακοσίων, τῇ μὲν πρώτῃ τῶν ἡμερῶν οὐ πολὺ μέρος τῆς ὁδοῦ προέλαβε καί κατηυλίσατο, τῇ δʼ ὑστεραίᾳ συντόνως ὁδεύσας καί χαλεπὰ χωρία διελθών ἤδη τῆς ἡμέρας καταφερομένης ἤκουσεν ἄρτι προσμιγνύναι τὸν Ἱκέτην τῷ πολιχνίῳ καί καταστρατοπεδεύειν.
οἱ μὲν οὖν λοχαγοὶ καί ταξίαρχοι τοὺς πρώτους ἐπέστησαν ὡς ἐμφαγοῦσι καί διαναπαυσαμένοις χρησόμενοι προθυμοτέροις, ὁ δὲ Τιμολέων ἐπιπορευόμενος ἐδεῖτο ταῦτα μὴ ποιεῖν, ἀλλʼ ἄγειν κατὰ τάχος καί συνάπτειν τοῖς πολεμίοις ἀσυντάκτοις οὖσιν, ὡς εἰκὸς ἄρτι παυομένους ὁδοιπορίας καί περὶ σκηνὰς καί δεῖπνον ἀσχόλους ὄντας.
καί λέγων ἅμα ταῦτα, τὴν ἀσπίδα λαβὼν ἡγεῖτο πρῶτος ὥσπερ ἐπὶ νίκην πρόδηλον. οἱ δʼ εἵποντο τεθαρρηκότες, ἔλαττον ἢ τριάκοντα σταδίους ἔτι τῶν πολεμίων ἀπέχοντες.
ὡς δὲ καί τούτους διῆλθον, ἐπιπίπτουσιν αὐτοῖς ταραττομένοις καί φεύγουσιν ὡς πρῶτον ᾔσθοντο προσιόντας, ὅθεν ἀνῃρέθησαν μὲν οὐ πολλῷ πλείους τριακοσίων, ἑάλωσαν δὲ δὶς τοσοῦτοι ζῶντες, ἐλήφθη δὲ τὸ στρατόπεδον.
οἱ δʼ Ἀδρανῖται τὰς πύλας ἀνοίξαντες προσέθεντο τῷ Τιμολέοντι, μετὰ φρίκης καί θαύματος ἀπαγγέλλοντες ὡς ἐνισταμένης τῆς μάχης οἱ μὲν ἱεροὶ τοῦ νεὼ