Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οἳ πόλιν μικρὰν μέν, ἱερὰν δʼ οὖσαν Ἀδρανοῦ, θεοῦ τινος τιμωμένου διαφερόντως ἐν ὅλῃ Σικελίᾳ, κατοικοῦντες ἐστασίασαν πρὸς ἀλλήλους, οἱ μὲν Ἱκέτην προσαγόμενοι καί Καρχηδονίους, οἱ δὲ πρὸς Τιμολέοντα

p.288
διαπεμπόμενοι.

καί πως ἀπʼ αὐτομάτου συνέτυχε σπευδόντων ἀμφοτέρων εἰς ἕνα καιρὸν ἀμφοτέροις γενέσθαι τὴν παρουσίαν.

ἀλλʼ Ἱκέτης μὲν ἧκε πεντακισχιλίους στρατιώτας ἔχων, Τιμολέοντι δὲ οἱ σύμπαντες ἦσαν οὐ πλείους χιλίων διακοσίων·

οὓς ἀναλαβὼν ἐκ τοῦ Ταυρομενίου, σταδίων πρὸς τὸ Ἀδρανὸν ὄντων τετταράκοντα καί τριακοσίων, τῇ μὲν πρώτῃ τῶν ἡμερῶν οὐ πολὺ μέρος τῆς ὁδοῦ προέλαβε καί κατηυλίσατο, τῇ δʼ ὑστεραίᾳ συντόνως ὁδεύσας καί χαλεπὰ χωρία διελθών ἤδη τῆς ἡμέρας καταφερομένης ἤκουσεν ἄρτι προσμιγνύναι τὸν Ἱκέτην τῷ πολιχνίῳ καί καταστρατοπεδεύειν.

οἱ μὲν οὖν λοχαγοὶ καί ταξίαρχοι τοὺς πρώτους ἐπέστησαν ὡς ἐμφαγοῦσι καί διαναπαυσαμένοις χρησόμενοι προθυμοτέροις, ὁ δὲ Τιμολέων ἐπιπορευόμενος ἐδεῖτο ταῦτα μὴ ποιεῖν, ἀλλʼ ἄγειν κατὰ τάχος καί συνάπτειν τοῖς πολεμίοις ἀσυντάκτοις οὖσιν, ὡς εἰκὸς ἄρτι παυομένους ὁδοιπορίας καί περὶ σκηνὰς καί δεῖπνον ἀσχόλους ὄντας.

καί λέγων ἅμα ταῦτα, τὴν ἀσπίδα λαβὼν ἡγεῖτο πρῶτος ὥσπερ ἐπὶ νίκην πρόδηλον. οἱ δʼ εἵποντο τεθαρρηκότες, ἔλαττον ἢ τριάκοντα σταδίους ἔτι τῶν πολεμίων ἀπέχοντες.

ὡς δὲ καί τούτους διῆλθον, ἐπιπίπτουσιν αὐτοῖς ταραττομένοις καί φεύγουσιν ὡς πρῶτον ᾔσθοντο προσιόντας, ὅθεν ἀνῃρέθησαν μὲν οὐ πολλῷ πλείους τριακοσίων, ἑάλωσαν δὲ δὶς τοσοῦτοι ζῶντες, ἐλήφθη δὲ τὸ στρατόπεδον.

οἱ δʼ Ἀδρανῖται τὰς πύλας ἀνοίξαντες προσέθεντο τῷ Τιμολέοντι, μετὰ φρίκης καί θαύματος ἀπαγγέλλοντες ὡς ἐνισταμένης τῆς μάχης οἱ μὲν ἱεροὶ τοῦ νεὼ

p.290
πυλῶνες αὐτόματοι διανοιχθεῖεν, ὀφθείη δὲ τοῦ θεοῦ τὸ μὲν δόρυ σειόμενον ἐκ τῆς αἰχμῆς ἄκρας, τὸ δὲ πρόσωπον ἱδρῶτι πολλῷ ῥεόμενον.

ταῦτα δʼ, ὡς ἔοικεν, οὐ τὴν τότε νίκην ἐσήμαινε μόνον, ἀλλὰ καὶ τὰς μετὰ ταῦτα πράξεις, αἷς ἐκεῖνος ὁ ἀγὼν ἀρχὴν εὐτυχῆ παρέσχε.

καὶ γὰρ πόλεις εὐθὺς ἐπιπρεσβευόμεναι προσετίθεντο τῷ Τιμολέοντι, καὶ Μάμερκος ὁ Κατάνης τύραννος, πολεμιστὴς ἀνὴρ καὶ χρήμασιν ἐρρωμένος, ἔδωκεν αὑτὸν εἰς συμμαχίαν.

τὸ δὲ μέγιστον, αὐτὸς Διονύσιος ἀπειρηκὼς ἤδη

paris.1624.242
ταῖς ἐλπίσι καὶ μικρὸν ἀπολείπων ἐκπολιορκεῖσθαι τοῦ μὲν Ἱκέτου κατεφρόνησεν αἰσχρῶς ἡττημένου, τὸν δὲ Τιμολέοντα θαυμάζων ἔπεμψεν ἐκείνῳ καὶ Κορινθίοις παραδιδοὺς αὑτὸν καὶ τὴν ἀκρόπολιν. δεξάμενος δʼ ὁ Τιμολέων τὴν ἀνέλπιστον εὐτυχίαν,