Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οἱ δʼ ἐν τῷ Ῥηγίῳ Καρχηδόνιοι τοῦ Τιμολέοντος ἀνηγμένου καὶ τῆς ἐκκλησίας διαλυθείσης χαλεπῶς φέροντες, ἐν τῷ κατεστρατηγῆσθαι διατριβὴν τοῖς Ῥηγίνοις παρεῖχον, εἰ Φοίνικες ὄντες οὐκ ἀρέσκοιντο τοῖς διʼ ἀπάτης πραττομένοις.

πέμπουσι δʼ οὖν εἰς τὸ Ταυρομένιον πρεσβευτὴν ἐπὶ τριήρους, ὃς πολλὰ διαλεχθεὶς πρὸς τὸν Ἀνδρόμαχον, ἐπαχθῶς καὶ βαρβαρικῶς ἀνατεινάμενος εἰ μὴ τὴν ταχίστην ἐκβάλλει τοὺς Κορινθίους, τέλος ὑπτίαν τὴν χεῖρα δείξας, εἶτʼ αὖθις καταστρέψας ἠπείλησε τοιαύτην οὖσαν αὐτῷ τὴν πόλιν τοιαύτην ποιήσειν.

γελάσας δʼ ὁ Ἀνδρόμαχος ἄλλο μὲν οὐδὲν ἀπεκρίνατο, τὴν δὲ χεῖρα νῦν μὲν ὑπτίαν, ὡς ἐκεῖνος, νῦν δὲ πρηνῆ προτείνας ἐκέλευσεν ἀποπλεῖν αὐτόν, εἰ μὴ βούλοιτο τὴν ναῦν ἀντὶ τοιαύτης γενέσθαι τοιαύτην.

ὁ δʼ Ἱκέτης πυθόμενος τὴν τοῦ Τιμολέοντος διάβασιν καὶ φοβηθείς μετεπέμψατο πολλὰς τῶν Καρχηδονίων τριήρεις.

ὅτε καὶ παντάπασι

paris.1624.241
p.286
συνέβη τοὺς Συρακουσίους ἀπογνῶναι τὴν σωτηρίαν, ὁρῶντας τοῦ μὲν λιμένος αὐτῶν Καρχηδονίους κρατοῦντας, τὴν δὲ πόλιν Ἱκέτην ἔχοντα, τῆς δʼ ἄκρας κυριεύοντα Διονύσιον, Τιμολέοντα δὲ ὥσπερ ἐκ κρασπέδου τινὸς λεπτοῦ τῆς Ταυρομενιτῶν πολίχνης τῇ Σικελίᾳ προσηρτημένον ἐπʼ ἐλπίδος[*](ἐπʼ ἐλπίδος Bekker has ἀπʼ ἐλπίδος, after Coraës.) ἀσθενοῦς καὶ βραχείας δυνάμεως· χιλίων γὰρ αὐτῷ στρατιωτῶν καὶ τροφῆς τούτοις ἀναγκαίας πλέον οὐδὲν ὑπῆρχεν.

οὐδʼ ἐπίστευον αἱ πόλεις διάπλεαι κακῶν οὖσαι καὶ πρὸς ἅπαντας ἀπηγριωμέναι τοὺς ἡγουμένους στρατοπέδων, μάλιστα διὰ τὴν Καλλίππου καὶ Φάρακος ἀπιστίαν, ὧν ὁ μὲν Ἀθηναῖος ὤν, ὁ δὲ Λακεδαιμόνιος, ἀμφότεροι δὲ φάσκοντες ὑπὲρ τῆς ἐλευθερίας ἥκειν καὶ καταλύειν τοὺς μονάρχους, χρυσὸν ἀπέδειξαν[*](ἀπέδειξαν Blass, after Hemsterhuis: ἔδειξαν.) τῇ Σικελίᾳ τὰς ἐν τῇ τυραννίδι συμφοράς καὶ μακαριωτέρους δοκεῖν ἐποίησαν τοὺς καταστρέψαντας ἐν τῇ δουλείᾳ τῶν ἐπιδόντων τὴν αὐτονομίαν.