Comparison of Alcibiades and Coriolanus

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

καὶ γάρ τοι Μάρκιος μὲν οὐδὲν ἀπεδείξατο τῇ πόλει στρατηγῶν, ἀλλά τοῖς πολεμίοις κατὰ τῆς πατρίδος· Ἀλκιβιάδου δὲ καὶ στρατευομένου πολλάκις καὶ στρατηγοῦντος ἀπέλαυσαν οἱ Ἀθηναῖοι καὶ παρὼν ἐκράτει τῶν ἐχθρῶν ὅσον ἐβούλετο, καὶ μὴ παρόντος ἴσχυσαν αἱ διαβολαί·

Μάρκιος δὲ παρὼν ὑπὸ Ῥωμαίων κατεδικάσθη, παρόντα δὲ Οὐολοῦσκοι διέφθειραν, οὐ δικαίως μὲν οὐδʼ ὁσίως, αἰτίαν δὲ τοῦ εὐλόγου παρέσχεν αὐτός, ὅτι δημοσίᾳ τὰς διαλύσεις μὴ προσδεξάμενος, ἰδίᾳ δὲ πεισθεὶς ὑπὸ τῶν γυναικῶν οὐκ

paris.1624.235
ἔλυσε τὴν ἔχθραν, ἀλλὰ τοῦ πολέμου μένοντος ἀπώλεσε τὸν καιρὸν καὶ διέφθειρε.

πείσαντα γὰρ ἔδει τοὺς πεπιστευκότας ἀπελθεῖν, εἰ τοῦ πρὸς ἐκείνους δικαίου πλεῖστον ἐποιεῖτο λόγον. εἰ δὲ μηδὲν ἐφρόντιζεν Οὐολούσκων, ἀλλὰ τὴν ὀργὴν ἐμπλῆσαι τὴν ἑαυτοῦ βουλόμενος ἐνῆγε τὸν πόλεμον, εἶτʼ ἔληξεν, οὐ διὰ τὴν μητέρα καλῶς εἶχε φείσασθαι τῆς πατρίδος, ἀλλὰ σὺν τῇ πατρίδι τῆς μητρός· μέρος γὰρ ἦν καὶ ἡ μήτηρ καὶ ἡ γυνὴ τῆς πατρίδος ἦν ἐπολιόρκει.