Comparison of Alcibiades and Coriolanus

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

Μάρκιος δὲ πρῶτον μὲν ὅλην κακῶς ἐποίει τὴν πόλιν οὐχ ὑφ̓ὅλης παθών, ἀλλὰ τοῦ βελτίστου καὶ κρατίστου μέρους συναδικηθέντος αὐτῷ καὶ συναλγήσαντος· ἔπειτα πολλαῖς πρεσβείαις καὶ δεήσεσι μίαν ἰωμένων ὀργὴν καὶ ἄγνοιαν οὐ τεγχθεὶς οὐδʼ εἴξας ἐδήλωσεν ἐπὶ τῷ διαφθεῖραι τὴν πατρίδα καὶ καταβαλεῖν, οὐχ ὅπως ἀπολάβῃ καὶ κατέλθῃ, βαρὺν πόλεμον καὶ ἄσπονδον ἐπανῃρημένος.

τούτῳ δὲ[*](τούτῳ δὲ Coraës and Bekker read τούτῳ γε with C, and Bekker assumes a lacuna before the words.) φήσει τις διαφέρειν Ἀλκιβιάδην μὲν γὰρ ἐπιβουλευόμενον ὑπὸ Σπαρτιατῶν διὰ δέος ἅμα καὶ μῖσος αὐτῶν μεταστῆναι πρὸς Ἀθηναίους, Μαρκίῳ δὲ πάντα δίκαια ποιοῦντας Οὐολούσκους οὐ καλῶς εἶχεν ἐγκαταλιπεῖν. καὶ γὰρ ἡγεμὼν ἀποδέδεικτο καὶ μεγίστην πίστιν εἶχε μετὰ δυνάμεως,

οὐχ ὡς ἐκεῖνος, ἀποχρωμένων μᾶλλον ἢ χρωμένων αὐτῷ Λακεδαιμονίων, ἐν τῇ πόλει περιιών καὶ κυλινδούμενος αὖθις ἐν τῷ στρατοπέδῳ τέλος εἰς τὰς

p.224
Τισαφέρνου χεῖρας ἀφῆκεν αὑτόν· εἰ μὴ νὴ Δία μὴ φθαρῆναι τὰς Ἀθήνας παντάπασι ποθῶν κατελθεῖν ἐθεράπευε.