Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἔνθα δὴ Μάρκιος ἐκδραμὼν σὺν ὀλίγοις καὶ καταβαλὼν τοὺς προσμίξαντας αὐτῷ μάλιστα, τοὺς δʼ ἄλλους στήσας ἐπιφερομένους, ἀνεκαλεῖτο μεγάλῃ βοῇ τοὺς Ῥωμαίους, καὶ γὰρ ἦν, ὥσπερ ἠξίου τὸν στρατιώτην ὁ Κάτων, οὐ χειρὶ καὶ πληγῇ μόνον, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ ὄψει προσώπου φοβερὸς ἐντυχεῖν πολεμίῳ καὶ δυσυπόστατος. ἀθροιζομένων δὲ πολλῶν καὶ συνισταμένων περὶ αὐτόν ἀπεχώρουν οἱ πολέμιοι δείσαντες.

ὁ δʼ οὐκ ἠγάπησεν, ἀλλʼ ἐπηκολούθει καὶ συνήλαυνεν

p.134
ἤδη προτροπάδην φεύγοντας ἄχρι τῶν πυλῶν. ἐκεῖ δʼ ὁρῶν ἀποτρεπομένους τοῦ διώκειν τοὺς
paris.1624.217
Ῥωμαίους, πολλῶν μὲν ἀπὸ τοῦ τείχους βελῶν προσφερομένων, τὸ δὲ συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς πόλιν ἀνδρῶν πολεμικῶν γέμουσαν ἐν τοῖς ὅπλοις ὄντων οὐδενὸς εἰς νοῦν ἐμβαλέσθαι τολμῶντος, ὅμως ἐπιστὰς παρεκάλει καὶ παρεθάρρυνεν, ἀνεῷχθαι βοῶν ὑπὸ τῆς τύχης τοῖς διώκουσι μᾶλλον ἢ τοῖς φεύγουσι τὴν πόλιν.