Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

οὐδʼ ἡ βουλὴ προσεποιεῖτο μεμνῆσθαι τῶν ὡμολογημένων, ἀλλʼ ἀγομένους πάλιν περιεώρα καί ῥυσιαζομένους, θόρυβοι δὲ καί συστάσεις ἦσαν ἐν τῇ πόλει πονηραί, καί τοὺς πολεμίους οὐκ ἔλαθε ταραχωδῶς ἔχων ὁ δῆμος, ἀλλʼ ἐμβαλόντες ἐπυρπόλουν τὴν χώραν, τῶν δʼ ἀρχόντων εἰς τὰ ὅπλα τοὺς ἐν ἡλικίᾳ καλούντων οὐδεὶς ὑπήκουεν, οὕτω διέστησαν αἱ γνῶμαι πάλιν τῶν ἐν τέλει.

καί τινες μὲν ᾤοντο δεῖν ὑφίεσθαι τοῖς πένησι καί χαλάσαι τὸ σύντονον ἄγαν καί νόμιμον, ἔνιοι δʼ ἀντέτεινον, ὧν ἦν καὶ Μάρκιος, οὐ τὸ τῶν χρημάτων μέγιστον ἡγούμενος, ἀρχὴν δὲ καί πεῖραν ὕβρεως ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καί σβεννύειν παρακελευόμενος.

paris.1624.216

συνιούσης δὲ περὶ τούτων πολλάκις ἐν ὀλίγῳ χρόνῳ τῆς βουλῆς καὶ μηδὲν τέλος ἐκφερούσης, συστάντες οἱ πένητες ἄφνω καὶ παρακαλέσαντες ἀλλήλους ἀπέλιπον τὴν πόλιν, καὶ καταλαβόντες ὄρος ὃ νῦν ἱερὸν καλεῖται, παρὰ τὸν Ἀνίωνα ποταμὸν ἐκαθέζοντο, πράττοντες μὲν οὐδὲν βίαιον οὐδὲ στασιαστικόν, ἐκπεπτωκέναι δὲ τῆς πόλεως ὑπὸ τῶν πλουσίων πάλαι βοῶντες, ἀέρα δὲ καὶ ὕδωρ καὶ τόπον ἐνταφῆναι πανταχοῦ τὴν Ἰταλίαν αὐτοῖς παρέξειν,

ὧν πλέον οὐδὲν οἰκοῦσι τὴν Ῥώμην ὑπάρχειν αὐτοῖς, ἀλλʼ ἢ τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ὑπὲρ τῶν πλουσίων στρατευομένοις.

ταῦτʼ ἔδεισεν ἡ βουλή, καὶ τοὺς ἐπιεικεῖς

p.130
μάλιστα καὶ δημοτικοὺς τῶν πρεσβυτέρων ἐξαπέστειλε, προηγόρει δὲ Μενήνιος Ἀγρίππας· καὶ πολλὰ μὲν τοῦ δήμου δεόμενος, πολλὰ δʼ ὑπὲρ τῆς βουλῆς παρρησιαζόμενος τελευτῶντι τῷ λόγῳ περιῆλθεν εἰς σχῆμα μύθου διαμνημονευόμενον.