Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τὸν δὲ Μάρκιον, ὡς ἐπανῆλθεν εἰς τὸ Ἄντιον ἀπὸ τῆς στρατείας, μισῶν πάλαι καὶ βαρυνόμενος διὰ φθόνον ὁ Τύλλος ἐπεβούλευεν ἀνελεῖν εὐθύς, ὡς εἰ νῦν διαφύγοι, λαβὴν ἑτέραν οὐ παρέξοντα. πολλοὺς δὲ συστήσας καὶ παρασκευάσας ἐπʼ αὐτόν ἐκέλευσεν εὐθύνας ὑποσχεῖν τοῖς Οὐολούσκοις, ἀποδόντα τὴν ἀρχήν.

ὁ δὲ φοβούμενος ἰδιώτης γενέσθαι τοῦ Τύλλου στρατηγοῦντος καὶ δυναμένου μέγιστον ἐν τοῖς ἑαυτοῦ πολίταις, ἔλεγε τὴν ἀρχὴν ἀποδώσειν Οὐολούσκοις, ἐὰν κελεύωσι, καὶ γὰρ λαβεῖν πάντων κελευόντων, εὐθύνας δὲ διδόναι καὶ λόγον οὐδὲ νῦν παραιτεῖσθαι τοῖς βουλομένοις Ἀντιατῶν. γενομένης οὖν ἐκκλησίας, οἱ παρεσκευασμένοι τῶν δημαγωγῶν ἀνιστάμενοι παρώξυνον τὸ πλῆθος.

ἐπεὶ δʼ ἀναστάντι τῷ Μαρκίῳ τὸ μὲν ἄγαν θορυβοῦν ὑπʼ αἰδοῦς ἐνεδίδου καὶ παρεῖχεν ἀδεῶς λέγειν, οἱ δὲ βέλτιστοι καὶ μάλιστα χαίροντες εἰρήνῃ τῶν Ἀντιατῶν ἐγένοντο φανεροὶ μετʼ εὐνοίας ἀκουσόμενοι καὶ δικαίως κρινοῦντες, ἔδεισεν ὁ Τύλλος τὴν ἀπολογίαν τοῦ ἀνδρός. ἦν γὰρ ἐν τοῖς μάλιστα δεινὸς εἰπεῖν, καὶ τὰ

p.216
πρόσθεν ἔργα μείζονα τὴν χάριν εἶχε τῆς ὕστερον αἰτίας, μᾶλλον δʼ ὅλως τὸ ἔγκλημα τοῦ μεγέθους τῆς χάριτος ἦν μαρτύριον.

οὐ γὰρ ἂν ἔδοξαν ἀδικεῖσθαι τὴν Ῥώμην ὑποχείριον μὴ λαβόντες, εἰ μὴ τοῦ λαβεῖν ἐγγὺς ἐγένοντο διὰ Μάρκιον.

οὐκέτʼ οὖν ἔδοξε διαμέλλειν οὐδὲ πειρᾶσθαι τῶν πολλῶν, ἀλλʼ ἐγκραγόντες οἱ θρασύτατοι τῶν συνεστώτων ὡς οὐκ ἔστιν ἀκουστέον οὐδὲ περιοπτέον Οὐολούσκοις τὸν προδότην τυραννοῦντα καὶ μὴ κατατιθέμενον τὴν ἀρχήν, προσπεσόντες ἀθρόοι διέφθειραν αὐτόν, καὶ προσήμυνεν οὐδεὶς τῶν παρόντων.

ὅτι δὲ τοῖς πλείστοις οὐκ ἐπράχθη κατὰ γνώμην, ἐδήλωσαν αὐτίκα συνδραμόντες ἐκ τῶν πόλεων ἐπὶ τὸ σῶμα καὶ θάψαντες ἐντίμως καὶ τὸν τάφον ὅπλοις καὶ λαφύροις κοσμήσαντες ὡς ἀριστέως καὶ στρατηγοῦ. Ῥωμαῖοι δὲ τὴν τελευτὴν πυθόμενοι, ἄλλο μὲν οὐδὲν ἀπεδείξαντο σημεῖον οὔτε τιμῆς οὔτʼ ὀργῆς πρὸς αὐτόν, αἰτησαμέναις δὲ ταῖς γυναιξὶν ἐπέτρεψαν ἀποπενθῆσαι δέκα μῆνας, ὥσπερ ἔθος ἦν ἑκάστῃ πατέρα καὶ παῖδα καὶ ἀδελφόν. οὗτος γὰρ ἦν ὅρος τοῦ μακροτάτου πένθους, ὃν ὥρισε Νομᾶς Πομπίλιος, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμμένοις δεδήλωται.

τὸν δὲ Μάρκιον εὐθὺς ἐπόθει τὰ Οὐολούσκων πράγματα, πρῶτον μὲν γὰρ στασιάσαντες πρὸς Αἰκανοὺς συμμάχους καὶ φίλους ὄντας ὑπὲρ

p.218
ἡγεμονίας, ἄχρι τραυμάτων καὶ φόνων προῆλθον ἔπειτα μάχῃ κρατηθέντες ὑπὸ Ῥωμαίων, ἐν ᾗ Τύλλος ἀπέθανε καὶ τὸ ἀνθοῦν μάλιστα τῆς δυνάμεως διεφθάρη, διαλύσεις αἰσχίστας ἠγάπησαν ὑπήκοοι γενόμενοι, καὶ τὸ προσταττόμενον αὐτοῖς ποιήσειν ὁμολογήσαντες.