Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὅπου δʼ ἡμᾶς ἡ ἱστορία πολλοῖς ἀποβιάζεται καὶ πιθανοῖς μάρτυσιν, ἀνόμοιον αἰσθήσει πάθος ἐγγινόμενον τῷ φανταστικῷ τῆς ψυχῆς συναναπείθει τὸ δόξαν, ὥσπερ ἐν ὕπνοις ἀκούειν οὐκ ἀκούοντες καὶ βλέπειν οὐ βλέποντες δοκοῦμεν. οὐ μὴν ἀλλὰ τοῖς ὑπʼ εὐνοίας καὶ φιλίας πρὸς τὸν θεὸν ἄγαν ἐμπαθῶς ἔχουσι, καὶ μηδὲν ἀθετεῖν μηδʼ ἀναίνεσθαι τῶν τοιούτων δυναμένοις, μέγα πρὸς πίστιν ἐστὶ τὸ θαυμάσιον καὶ μὴ καθʼ ἡμᾶς τῆς τοῦ θεοῦ δυνάμεως.

οὐδὲν γὰρ οὐδαμῶς ἀνθρωπίνῳ προσέοικεν οὔτε φύσιν οὔτε κίνησιν οὔτε τέχνην οὔτʼ ἰσχύν, οὐδʼ εἴ τι ποιεῖ τῶν ἡμῖν ἀποιήτων καὶ μηχανᾶται τῶν ἀμηχάνων, παράλογόν ἐστιν,

p.214
ἀλλὰ μᾶλλον ἐν πᾶσι διαφέρων πολύ μάλιστα τοῖς ἔργοις ἀνόμοιός ἐστι καὶ παρηλλαγμένος. ἀλλὰ τῶν μὲν θείων τὰ πολλά, καθʼ Ἡράκλειτον, ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι.