Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

οἱ μὲν γὰρ ἐμέμφοντο καὶ τὸν ἄνδρα καὶ τὴν πρᾶξιν, οἱ δὲ οὐδέτερα, πρὸς διάλυσιν καὶ εἰρήνην οἰκείως ἔχοντες, ἔνιοι δὲ δυσχεραίνοντες τὰ πραττόμενα τὸν Μάρκιον ὅμως οὐ πονηρὸν ἐνόμιζον, ἀλλὰ συγγνωστόν ἐπικλασθέντα τηλικαύταις ἀνάγκαις. ἀντεῖπε

p.210
δʼ οὐδείς, ἀλλὰ πάντες εἵποντο, τὴν ἀρετὴν μᾶλλον αὐτοῦ θαυμάζοντες ἢ τὴν ἐξουσίαν.

ὁ δὲ Ῥωμαίων δῆμος ἐν ὅσῳ φόβῳ καί κινδύνῳ καθειστήκει τοῦ πολέμου παρόντος, αἴσθησιν παρέσχε μᾶλλον λυθέντος. ἅμα γὰρ ἀφεώρων τοὺς Οὐολούσκους ἀναζευγνύοντας οἱ περὶ τὰ τείχη, καί πᾶν εὐθὺς ἱερὸν ἀνεῴγει στεφανηφορούντων ὥσπερ ἐπὶ νίκῃ καί θυόντων. μάλιστα δὲ τῇ περὶ τὰς γυναῖκας ἀγαπήσει καί τιμῇ τῆς τε βουλῆς τοῦ τε πλήθους ἅπαντος ἔνδηλος ἦν ἡ χαρὰ τῆς πόλεως, καί λεγόντων καί νομιζόντων γεγονέναι τῆς σωτηρίας περὶφανῶς ἐκείνας αἰτίας.

ψηφισαμένης δὲ τῆς βουλῆς, ὅ τι ἂν αὑταῖς ἀξιώσωσι γενέσθαι πρὸς δόξαν ἢ χάριν, τοῦτο ποιῆσαι καί παρασχεῖν τοὺς ἄρχοντας, οὐδὲν ἠξίωσαν ἄλλο ἢ Τύχης γυναικείας ἱερὸν ἱδρύσασθαι, τὸ μὲν ἀνάλωμα συμβαλόμεναι παρʼ αὑτῶν, ἱερουργίας δὲ καί τιμὰς, ὅσαι θεοῖς πρέπουσι, δημοσίᾳ τῆς πόλεως ἀναλαβούσης.

ἐπεὶ δὲ ἡ βουλὴ τὴν μὲν φιλοτιμίαν

paris.1624.232
ἐπῄνεσε, δημοσίαις δὲ δαπάναις ἐποιήσατο τὸν νεὼν καί τὸ ἕδος, οὐδὲν ἧττον αὐταὶ χρήματα συνεισενεγκοῦσαι δεύτερον ἄγαλμα κατεσκεύασαν, ὃ δὴ καί φασι Ῥωμαῖοι καθιστάμενον ἐν τῷ ἱερῷ φθέγξασθαί τι τοιοῦτον· θεοφιλεῖ με θεσμῷ γυναῖκες δεδώκατε.