Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐν δὲ τῇ Ῥώμῃ τότε τῶν γυναικῶν ἄλλαι μὲν πρὸς ἄλλοις ἱεροῖς, αἱ δὲ πλεῖσται καὶ δοκιμώταται περὶ τὸν τοῦ Καπιτωλίου Διὸς βωμὸν ἱκέτευον. ἐν δὲ ταύταις ἦν ἡ Ποπλικόλα τοῦ μεγάλα καὶ πολλὰ Ῥωμαίους ἔν τε πολέμοις καὶ πολιτείαις ὠφελήσαντος ἀδελφὴ Οὐαλερία. Ποπλικόλας μὲν οὖν ἐτεθνήκει πρότερον, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμμένοις ἱστορήκαμεν, ἡ δὲ Οὐαλερία δόξαν εἶχεν ἐν τῇ πόλει καὶ τιμήν, δοκοῦσα τῷ βίῳ μὴ καταισχύνειν τὸ γένος.

ὅπερ οὖν λέγω πάθος ἐξαπίνης παθοῦσα, καὶ κατʼ ἐπίνοιαν οὐκ ἀθείαστον ἁψαμένη τοῦ συμφέροντος, αὐτή τε ἀνέστη καὶ τὰς ἄλλας ἀναστήσασα πάσας ἧκεν ἐπὶ τὴν οἰκίαν τῆς τοῦ Μαρκίου μητρὸς Οὐολουμνίας. ὡς δʼ εἰσῆλθε καὶ κατέλαβε μετὰ τῆς νυοῦ καθεζομένην καὶ τὰ παιδία τοῦ Μαρκίου πρὸς τοῖς κόλποις ἔχουσαν, ἐν κύκλῳ περιστήσασα τὰς γυναῖκας αὐτῆς·

αὐταί γε ἡμεῖς, εἶπεν, ὦ

paris.1624.230
Οὐολουμνία, καὶ σύ, Οὐεργιλία, γυναῖκες ἥκομεν πρὸς γυναῖκας, οὔτε βουλῆς ψηφισαμένης οὔτʼ ἄρχοντος κελεύσαντος, ἀλλʼ ὁ θεὸς ἡμῶν, ὡς ἔοικεν, οἰκτείρας τὴν ἱκετείαν, ὁρμὴν παρέστησε δευρὶ τραπέσθαι πρὸς ὑμᾶς καὶ δεηθῆναι σωτηρίαν μὲν αὑταῖς καὶ τοῖς ἄλλοις πολίταις, ὑμῖν δὲ πεισθείσαις ἐπιφανεστέραν φέροντα δόξαν ἧς αἱ Σαβίνων θυγατέρες ἔσχον, εἰς φιλίαν καὶ εἰρήνην ἐκ πολέμων συναγαγοῦσαι πατέρας καὶ
p.202
ἄνδρας.

δεῦτε πρὸς Μάρκιον ἰοῦσαι μεθʼ ἡμῶν συνάψασθε τῆς ἱκετηρίας, καὶ μαρτυρήσατε τῇ πατρίδι μαρτυρίαν ἀληθῆ καὶ δικαίαν, ὅτι πολλὰ πάσχουσα κακῶς οὐδὲν οὔτʼ ἔπραξε δεινὸν οὔτʼ ἐβούλευσε περὶ ὑμῶν διʼ ὀργήν, ἀλλʼ ἀποδίδωσιν ὑμᾶς ἐκείνῳ κἂν μηδενὸς τυγχάνειν μέλλῃ τῶν ἐπιεικῶν.

ταῦτα τῆς Οὐαλερίας εἰπούσης ἀνεβόησαν αἱ λοιπαὶ γυναῖκες, ἠμείψατο δὲ ἡ Οὐολουμνία· καὶ τῶν κοινῶν ἡμῖν συμφορῶν, ὦ γυναῖκες, ἴσον μέτεστι, καὶ ἰδίᾳ πράττομεν κακῶς ἀπολέσασαι τὴν Μαρκίου δόξαν καὶ ἀρετήν, τὸ σῶμα δʼ αὐτοῦ τοῖς τῶν πολεμίων ὅπλοις φρουρουμενον μᾶλλον ἡ σῳζόμενον ἐφορῶσαι. μέγιστον δʼ ἡμῖν τῶν ἀτυχημάτων ἐστίν, εἰ τὰ τῆς πατρίδος οὕτως ἐξησθένηκεν ὥστʼ ἐν ἡμῖν ἔχειν τὰς ἐλπίδας.

οὐκ οἶδα γὰρ εἴ τινα ποιήσεται λόγον ἡμῶν ἐκεῖνος, εἴ γε μηδένα ποιεῖται τῆς πατρίδος, ἣν καὶ μητρὸς καὶ γυναικὸς καὶ τέκνων προετίμησεν. οὐ μὴν ἀλλὰ χρῆσθε ἡμῖν λαβοῦσαι καὶ κομίζετε πρὸς ἐκεῖνον, εἰ μηδὲν ἄλλο, ταῖς ὑπὲρ τῆς πατρίδος ἱκεσίαις ἐναποπνεῦσαι δυναμένας.