Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐπεὶ δʼ ὁ

p.194
χρόνος διῆλθε καὶ παρῆν αὖθις ὁ Μάρκιος μετὰ τῆς δυνάμεως ἁπάσης, ἐκπέμπουσι πρεσβείαν πάλιν τοῦ Μαρκίου δεησομένην ὑφέσθαι τῆς ὀργῆς καὶ τοὺς Οὐολούσκους ἐκ τῆς χώρας ἀπαγαγόντα πράττειν καὶ λέγειν ὅ τι ἂν ἀμφοτέροις οἴηται βέλτιον εἶναι· φόβῳ μὲν γὰρ οὐδὲν ἐνδώσειν Ῥωμαίους, ἐὰν δέ τινος τῶν φιλανθρώπων οἴηται δεῖν τυχεῖν τοὺς Οὐολούσκους, ἅπαν αὐτοῖς γενήσεσθαι τὰ ὅπλα καταθεμένοις.

πρὸς ταῦθʼ ὁ Μάρκιος ἔφη μηδὲν ὡς Οὐολούσκων ἀποκρίνεσθαι στρατηγός, ὡς δὲ Ῥωμαίων ἔτι πολίτης παραινεῖν καὶ παρακαλεῖν μετριώτερα φρονήσαντας ἐπὶ τοῖς δικαίοις ἥκειν πρὸς αὐτὸν ἐν ἡμέραις τρισίν, ἃ προκαλεῖται ψηφισαμένους· εἰ δʼ ἕτερα δόξειε, γιγνώσκειν οὐκ οὖσαν αὐτοῖς ἄδειαν αὖθις μετὰ λόγων κενῶν βαδίζουσιν εἰς τὸ στρατόπεδον.

ἐπανελθόντων δὲ τῶν πρέσβεων ἀκούσασα ἡ βουλή, καθάπερ ἐν χειμῶνι πολλῷ καὶ κλύδωνι τῆς πόλεως, ἄρασα τὴν ἀφʼ· ἱερᾶς ἀφῆκεν. ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ ἢ φύλακες ἢ τὴν ἀπʼ οἰωνῶν πάτριον οὖσαν ἐκ

paris.1624.229
παλαιῶν μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ νόμος ἐν ταῖς ἱερουργίαις· λέγειν δὲ ταὐτὰ, καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν Οὐολούσκων τοῖς πολίταις.

ἐδέξατο μὲν οὖν εἰς τὸ στρατόπεδον τοὺς ἄνδρας, ἄλλο δʼ οὐδὲν ἔδωκεν οὐδʼ ἔπραξεν οὐδʼ εἶπε μαλακώτερον, ἀλλʼ ἐφʼ οἷς πρότερον

p.196
ἐκέλευε ποιεῖσθαι τὰς διαλύσεις ἢ δέχεσθαι τὸν πόλεμον. ἐπανελθόντων οὖν τῶν ἱερέων ἔδοξεν ἀτρεμοῦντας ἐν τῇ πόλει τὰ τείχη φυλάττειν καὶ προσβάλλοντας ἀποκρούεσθαι τοὺς πολεμίους,