Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τοῦτο δὴ πρῶτον αἰτίαμα τῶν Οὐολούσκων οἱ πάλαι βαρυνόμενοι τὴν δύναμιν αὐτὸν καὶ φθονοῦντες ἐλάμβανον· ὧν ἦν καὶ ὁ Τύλλος, ἰδίᾳ μὲν ὑπὸ τοῦ Μαρκίου μηδὲν ἀδικούμενος, ἐν δʼ ἀνθρωπίνῳ πάθει γεγονώς. ἤχθετο γὰρ ἠμαυρωμένος παντάπασι τῇ δόξῃ καὶ παρορώμενος ὑπὸ τῶν Οὐολούσκων, πάντα μόνον ἡγουμένων αὐτοῖς εἶναι τὸν Μάρκιον, τοὺς δὲ ἄλλους ἀξιούντων, ὅσον ἐκεῖνος αὐτοῖς μεταδώσει δυνάμεως καὶ ἀρχῆς, ἀγαπᾶν ἔχοντας.

ὅθεν αἱ πρῶται κατηγορίαι κρύφα διεσπείροντο, καὶ συνιστάμενοι πρὸς ἀλλήλους ἠγανάκτουν, καὶ προδοσίαν ἐκάλουν τὴν ἀνάζευξιν, οὐ τειχῶν οὐδʼ ὅπλων, ἀλλὰ καιρῶν, οἷς καὶ τἆλλα πάντα σῴζεσθαι καὶ πάλιν ἀπόλλυσθαι πέφυκεν, ἡμερῶν τριάκοντα τῷ πολέμῳ δεδομένων, οὗ μείζονας οὐδὲν ἐν ἐλάττονι χρόνῳ λαμβάνειν μεταβολάς.

καίτοι τὸν χρόνον τοῦτον ὁ Μάρκιος οὐκ ἀργὸν διῆγεν, ἀλλὰ τοὺς συμμάχους τῶν πολεμίων ἔφθειρεν ἐπιὼν καὶ περιέκοπτε καὶ πόλεις ἑπτὰ μεγάλας καὶ πολυανθρώπους ἔλαβεν. οἱ δὲ Ῥωμαῖοι βοηθεῖν μὲν οὐκ ἐτόλμων, ἀλλʼ ὄκνου πλήρεις ἦσαν αὐτῶν αἱ ψυχαί, καὶ τοῖς ἐκνεναρκηκόσι κομιδῇ καὶ παραλελυμένοις σώμασιν ὁμοίως διέκειντο πρὸς τὸν πόλεμον.

ἐπεὶ δʼ ὁ

p.194
χρόνος διῆλθε καὶ παρῆν αὖθις ὁ Μάρκιος μετὰ τῆς δυνάμεως ἁπάσης, ἐκπέμπουσι πρεσβείαν πάλιν τοῦ Μαρκίου δεησομένην ὑφέσθαι τῆς ὀργῆς καὶ τοὺς Οὐολούσκους ἐκ τῆς χώρας ἀπαγαγόντα πράττειν καὶ λέγειν ὅ τι ἂν ἀμφοτέροις οἴηται βέλτιον εἶναι· φόβῳ μὲν γὰρ οὐδὲν ἐνδώσειν Ῥωμαίους, ἐὰν δέ τινος τῶν φιλανθρώπων οἴηται δεῖν τυχεῖν τοὺς Οὐολούσκους, ἅπαν αὐτοῖς γενήσεσθαι τὰ ὅπλα καταθεμένοις.

πρὸς ταῦθʼ ὁ Μάρκιος ἔφη μηδὲν ὡς Οὐολούσκων ἀποκρίνεσθαι στρατηγός, ὡς δὲ Ῥωμαίων ἔτι πολίτης παραινεῖν καὶ παρακαλεῖν μετριώτερα φρονήσαντας ἐπὶ τοῖς δικαίοις ἥκειν πρὸς αὐτὸν ἐν ἡμέραις τρισίν, ἃ προκαλεῖται ψηφισαμένους· εἰ δʼ ἕτερα δόξειε, γιγνώσκειν οὐκ οὖσαν αὐτοῖς ἄδειαν αὖθις μετὰ λόγων κενῶν βαδίζουσιν εἰς τὸ στρατόπεδον.