Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τὰ δὲ τῶν Ῥωμαίων οὐδένα κόσμον εἶχε, μάχεσθαι μὲν ἀπεγνωκότων, ἐν δὲ συστάσεσι καὶ λόγοις στασιαστικοῖς ὁσημέραι πρὸς ἀλλήλους

p.188
ὄντων, ἄχρι οὗ Λαουΐνιον ἀπηγγέλθη περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, ὅπου καὶ θεῶν ἱερὰ Ῥωμαίοις πατρῴων ἀπέκειτο, καὶ τοῦ γένους ἦσαν αὐτοῖς ἀρχαὶ, διὰ τὸ πρώτην πόλιν ἐκείνην κτίσαι τὸν Αἰνείαν.

ἐκ δὲ τούτου θαυμαστὴ μὲν ἔσχε καὶ ἀθρόα μεταβολὴ γνώμης τὸν δῆμον, ἄτοπος δὲ κομιδῇ καὶ παράλογος τοὺς πατρικίους, ὁ μὲν γὰρ δῆμος ὥρμησε λύειν τὴν τοῦ Μαρκίου καταδίκην καὶ καλεῖν αὐτὸν εἰς τὴν πόλιν, ἡ δὲ βουλὴ συναχθεῖσα καὶ σκοποῦσα περὶ τοῦ βουλεύματος ἀπέγνω καὶ διεκώλυσεν, εἴτε πάντως ἐνίστασθαι φιλονεικοῦσα πᾶσιν οἷς ὁ δῆμος ἐσπούδαζεν,

εἴτʼ ἄλλως χάριτι τοῦ δήμου τὸν ἄνδρα μὴ βουλομένη κατελθεῖν, εἴτε κἀκεῖνον αὐτὸν ἤδη πεποιημένη διʼ ὀργῆς, ὅτι πάντας ἐποίει κακῶς οὐχ ὑπὸ πάντων ἀγνωμονηθείς, καὶ τῆς πατρίδος αὑτὸν ἔδειξεν ἐχθρόν, ἐν ᾗ τὸ κυριώτατον καὶ κράτιστον μέρος ἐγίνωσκε συμπαθοῦν αὐτῷ καὶ συναδικούμενον. ἐξενεχθείσης δὲ τῆς γνώμης εἰς τοὺς πολλούς, ὁ μὲν δῆμος ἄκυρος ἦν τοῦ ψήφῳ καὶ νόμῳ τι ποιεῖν ἄνευ προβουλεύματος.

ὁ δὲ Μάρκιος ἀκούσας ἔτι μᾶλλον ἐξετραχύνθη, καὶ τὴν πολιορκίαν ἀπολιπὼν ἐπὶ τὴν πόλιν ὑπʼ ὀργῆς ἐχώρει, καὶ περὶ τὰς λεγομένας Κλοιλίας τάφρους κατεστρατοπέδευσε τεσσαράκοντα τῆς πόλεως σταδίους ἀφεστώς. ὀφθεὶς δὲ φοβερὸς καὶ πολὺν θόρυβον παρασχών, ὅμως ἐν τῷ παρόντι τὴν στάσιν ἔπαυσεν· οὐδεὶς γὰρ ἔτι τοῖς πολλοῖς ἐτόλμησεν ἀντειπεῖν οὔτʼ ἄρχων οὔτε βουλευτὴς περὶ τοῦ τὸν Μάρκιον κατάγειν,