Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἔνιοι δέ φασιν ἀπάτῃ τοῦ Μαρκίου καὶ δόλῳ γενέσθαι τοῦτο, πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων, ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν ἐμπιπρᾶν. πάντας μὲν γὰρ αὐτοὺς τὸ κήρυγμα τοῦτο δυσμενεστέρους ἐποίησε τοῖς Ῥωμαίοις· ὁ δὲ Τύλλος ἐπὶ μεῖζον αἴρων τὸ πρᾶγμα καὶ παροξύνων τέλος ἔπεισε πέμψαντας εἰς Ῥώμην τήν τε χώραν ἀπαιτεῖν καὶ τὰς πόλεις, ὅσας ἀφῄρηνται πολέμῳ τῶν

p.182
Οὐολούσκων.

οἱ δὲ Ῥωμαῖοι τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτησαν, καὶ ἀπεκρίναντο προτέρους μὲν ἀναλήψεσθαι τὰ ὅπλα τοὺς Οὐολούσκους, ὑστέρους δὲ καταθήσεσθαι Ῥωμαίους. ἐκ τούτου συναγαγὼν ἐκκλησίαν πάνδημον ὁ Τύλλος, ἐπεὶ τὸν πόλεμον ἐψηφίσαντο, συνεβούλευε τὸν Μάρκιον καλέσαι, μηδὲν αὐτῷ μνησικακοῦντας, ἀλλὰ πιστεύσαντας ὅτι συμμαχῶν ὠφελήσει ὅσα πολεμῶν οὐκ ἔβλαψεν.

ἐπεὶ δὲ κληθεὶς ὁ Μάρκιος καὶ διαλεχθεὶς πρὸς τὸ πλῆθος οὐχ ἧττον ἀπὸ τῶν λόγων ἢ τῶν ὅπλων ἀνὴρ δεινὸς ἐφάνη καὶ πολεμικὸς καὶ τὸ φρονεῖν καὶ τολμᾶν περιττός, ἀποδείκνυται μετὰ Τύλλου στρατηγὸς αὐτοκράτωρ τοῦ πολέμου.

δεδιὼς δὲ τὸν χρόνον ἐν ᾧ παρασκευάσασθαι τοὺς Οὐολούσκους ἔδει, μὴ πολὺς γενόμενος τὸν καιρὸν ἀφέληται τῆς πράξεως, τὰ μὲν ἄλλα τοὺς κατὰ πόλιν δυνατοὺς καὶ ἄρχοντας ἐκέλευε συνάγειν καὶ πορίζειν, αὐτὸς δὲ τοὺς προθυμοτάτους ἄνευ καταλόγου πείσας ἑκόντας αὐτῷ συνεξελθεῖν, ἐνέβαλεν εἰς τὴν τῶν Ῥωμαίων ἄφνω καὶ μηδενὸς προσδοκῶντος.