Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

θυσίας δὲ καὶ πομπὰς καὶ θέας

p.180
οὐ μόνον ἐξ αἰτίας τηλικαύτης, ἀλλὰ καὶ διὰ μικρὰς Ῥωμαίοις ἔθος ἐστὶν ἀναλαμβάνειν, ἵππου τε γὰρ ἑνὸς τῶν ἀγόντων τὰς καλουμένας θήσσας ἀτονήσαντος, καὶ πάλιν τοῦ ἡνιόχου τῇ
paris.1624.226
ἀριστερᾷ χειρὶ τὰς ἡνίας συλλαβόντος, αὖθις ἐψηφίσαντο τὴν πομπὴν ἐπιτελεῖν. ἐν δὲ τοῖς κάτω χρόνοις μίαν θυσίαν τριακοντάκις ἐποίησαν, ἀεί τινος ἐλλείμματος ἢ προσκρούσματος γίνεσθαι δοκοῦντος. τοιαύτη μὲν εὐλάβεια πρὸς τὸ θεῖον Ῥωμαίων.

ὁ δὲ Μάρκιος καὶ Τύλλος ἐν Ἀντίῳ τοῖς δυνατωτάτοις κρύφα διελέγοντο, καὶ παρεκάλουν, ἕως στασιάζουσιν οἱ Ῥωμαῖοι πρὸς ἀλλήλους, τὸν πόλεμον ἐξενεγκεῖν. τῶν δὲ δυσωπουμένων, ὅτι σπονδαὶ διέτεις ἦσαν αὐτοῖς καὶ ἀνοχαὶ γεγενημέναι, πρόφασιν αὐτοὶ Ῥωμαῖοι παρέσχον, ἔκ τινος ὑποψίας ἢ διαβολῆς ἐν θέαις καὶ ἀγῶσι κηρύξαντες ἀπιέναι Οὐολούσκους πρὸ ἡλίου δύνοντος ἐκ τῆς πόλεως.

ἔνιοι δέ φασιν ἀπάτῃ τοῦ Μαρκίου καὶ δόλῳ γενέσθαι τοῦτο, πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων, ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν ἐμπιπρᾶν. πάντας μὲν γὰρ αὐτοὺς τὸ κήρυγμα τοῦτο δυσμενεστέρους ἐποίησε τοῖς Ῥωμαίοις· ὁ δὲ Τύλλος ἐπὶ μεῖζον αἴρων τὸ πρᾶγμα καὶ παροξύνων τέλος ἔπεισε πέμψαντας εἰς Ῥώμην τήν τε χώραν ἀπαιτεῖν καὶ τὰς πόλεις, ὅσας ἀφῄρηνται πολέμῳ τῶν

p.182
Οὐολούσκων.

οἱ δὲ Ῥωμαῖοι τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτησαν, καὶ ἀπεκρίναντο προτέρους μὲν ἀναλήψεσθαι τὰ ὅπλα τοὺς Οὐολούσκους, ὑστέρους δὲ καταθήσεσθαι Ῥωμαίους. ἐκ τούτου συναγαγὼν ἐκκλησίαν πάνδημον ὁ Τύλλος, ἐπεὶ τὸν πόλεμον ἐψηφίσαντο, συνεβούλευε τὸν Μάρκιον καλέσαι, μηδὲν αὐτῷ μνησικακοῦντας, ἀλλὰ πιστεύσαντας ὅτι συμμαχῶν ὠφελήσει ὅσα πολεμῶν οὐκ ἔβλαψεν.