Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὡς οὖν ὁ Λατῖνος ἀπήγγειλε τὴν ὄψιν αὐτοῖς καὶ διηπόρουν ὅστις ἦν ὁ τῆς πομπῆς τότε προηγούμενος ἀτερπὴς καὶ κακὸς ὀρχηστής, ἀνεμνήσθησαν ἔνιοι διὰ τὴν ἀτοπίαν τῆς τιμωρίας ἐκείνου τοῦ θεράποντος, ὃν μαστιγοῦντες ἐξήγαγον διʼ ἀγορᾶς, εἶτʼ ἐθανάτωσαν. συμφωνησάντων οὖν τῶν ἱερέων ὅ τε δεσπότης δίκην ἔδωκε, καὶ τῷ θεῷ τὴν πομπὴν καὶ τὰς θέας αὖθις ἐξ ἀρχῆς ἐπετέλουν.

ἔοικεν οὖν ὁ Νομᾶς τά τʼ ἄλλα τῶν ἱερῶν σοφώτατος ἐξηγητὴς γεγονέναι, καὶ τοῦτο παγκάλως γε νομοθετῆσαι πρὸς εὐλάβειαν αὐτοῖς. ὅταν γὰρ ἄρχοντες ἢ ἱερεῖς πράττωσί τι τῶν θείων, ὁ κῆρυξ πρόεισι μεγάλῃ φωνῇ βοῶν, Ὃκ ἄγε. σημαίνει δʼ ἡ φωνή, τοῦτο πρᾶττε, προσέχειν κελεύουσα τοῖς ἱεροῖς καὶ μηδὲν ἔργον ἐμβαλεῖν μεταξὺ μηδὲ χρείαν ἀσχολίας, ὡς τὰ πλεῖστα τῶν ἀνθρωπίνων ἀναγκαίῳ τινὶ τρόπῳ καὶ διὰ βίας περαινόμενα.

θυσίας δὲ καὶ πομπὰς καὶ θέας

p.180
οὐ μόνον ἐξ αἰτίας τηλικαύτης, ἀλλὰ καὶ διὰ μικρὰς Ῥωμαίοις ἔθος ἐστὶν ἀναλαμβάνειν, ἵππου τε γὰρ ἑνὸς τῶν ἀγόντων τὰς καλουμένας θήσσας ἀτονήσαντος, καὶ πάλιν τοῦ ἡνιόχου τῇ
paris.1624.226
ἀριστερᾷ χειρὶ τὰς ἡνίας συλλαβόντος, αὖθις ἐψηφίσαντο τὴν πομπὴν ἐπιτελεῖν. ἐν δὲ τοῖς κάτω χρόνοις μίαν θυσίαν τριακοντάκις ἐποίησαν, ἀεί τινος ἐλλείμματος ἢ προσκρούσματος γίνεσθαι δοκοῦντος. τοιαύτη μὲν εὐλάβεια πρὸς τὸ θεῖον Ῥωμαίων.