Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἦν δʼ ἑσπέρα, καὶ πολλοὶ μὲν αὐτῷ προσετύγχανον, ἐγνώριζε δʼ οὐδείς. ἐβάδιζεν οὖν ἐπὶ τὴν οἰκίαν τοῦ Τύλλου, καὶ παρεισελθὼν ἄφνω πρὸς τὴν ἑστίαν ἐκάθισε σιωπῇ, καὶ τὴν κεφαλὴν ἐγκαλυψάμενος ἡσυχίαν ἦγεν. οἱ δὲ κατὰ τὴν οἰκίαν θαυμάσαντες ἀναστῆσαι μὲν οὐκ ἐτόλμησαν ἦν γάρ τι καὶ περὶ αὐτὸν ἀξίωμα καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς, ἔφρασαν δὲ τῷ Τύλλῳ περὶ δεῖπνον ὄντι τὴν ἀτοπίαν τοῦ πράγματος.

ὁ δʼ ἐξαναστὰς ἧκε πρὸς αὐτὸν, καὶ ἀνέκρινε τίς ὢν ἀφῖκται καὶ τίνων δεόμενος. οὕτως οὖν ὁ Μάρκιος ἀποκαλυψάμενος καὶ μικρὸν ἀνασχών, εἰ μήπω με γινώσκεις, ὦ Τύλλε, εἶπεν, ἀλλʼ ὁρῶν ἀπιστεῖς, ἀνάγκη με κατήγορον ἐμαυτοῦ γενέσθαι. γάιός εἰμι Μάρκιος, ὁ πλεῖστα σὲ καὶ Οὐολούσκους ἐργασάμενος κακά, καὶ τὴν οὐκ ἐῶσαν ἀρνεῖσθαι ταῦτα περιφέρων προσηγορίαν τὸν Κοριολανόν.