Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

εἰσελθὼν γὰρ οἴκαδε, καὶ τὴν μητέρα καὶ τὴν

paris.1624.224
γυναῖκα μετὰ κλαυθμοῦ καὶ βοῆς ὀλοφυρομένας ἀσπασάμενος καὶ κελεύσας μετρίως φέρειν τὸ
p.170
συμβεβηκός, εὐθὺς ἀπιὼν ἐβάδιζεν ἐπὶ τὰς πύλας. ἐκεῖ δὲ τῶν πατρικίων ὁμοῦ πάντων προπεμπόντων αὐτὸν οὔτε τι λαβὼν οὔτε τινὸς δεηθεὶς ἀπηλλάττετο, τρεῖς ἢ τέτταρας πελάτας ἔχων περὶ αὑτόν.

ἡμέρας δʼ ὀλίγας ἔν τισιν ἀγροῖς αὐτὸς καθʼ ἑαυτὸν ὑπὸ πολλῶν διενεχθεὶς διαλογισμῶν, οἵους ὁ θυμὸς ὑπέβαλλεν, ὥστʼ οὔτʼ εἰς καλὸν οὔτε συμφέρον οὐδὲν, ἀλλʼ ἢ τὸ Ῥωμαίους μετελθεῖν, ἐγίνωσκε πόλεμόν τινα βαρὺν καὶ ὅμορον ἀναστῆσαι ἐπʼ αὐτούς, ὥρμησεν οὖν διαπειρᾶσθαι πρῶτον Οὐολούσκων, ἀκμάζοντας μὲν εἰδὼς ἔτι καὶ σώμασι καὶ χρήμασι, ταῖς δὲ γεγενημέναις ἔναγχος ἥτταις οὐ τοσοῦτον ἀπολωλέναι τῆς δυνάμεως ὅσον ἐγγεγονέναι φιλονεικίας αὐτοῖς καὶ ὀργῆς οἰόμενος.