Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ὁρῶν οὖν ὁ Μάρκιος εὐνοίᾳ μὲν αὐτοῦ, φόβῳ δὲ τοῦ δήμου τὴν σύγκλητον ἀπορουμένην, ἠρώτησε τοὺς δημάρχους τί κατηγοροῦσιν αὑτοῦ καὶ περί τίνος κριθησόμενον ἐπὶ τὸν δῆμον ἐξάγουσιν. εἰπόντων δʼ ἐκείνων ὅτι τυραννίς ἐστὶ τὸ ἔγκλημα καὶ τυραννεῖν διανοούμενον ἀποδείξουσιν αὐτόν, οὕτως ἐξαναστὰς αὐτὸς ἔφη πρὸς

p.166
τὸν δῆμον ἤδη βαδίζειν ἀπολογησόμενος καὶ μηδένα τρόπον κρίσεως μηδέ, ἂν ἁλῷ, κολάσεως παραιτεῖσθαι· μόνον ὅπως, ἔφη, τοῦτο κατηγορήσητε καὶ μὴ ψεύσησθε τὴν βουλήν. ὡς δʼ ὡμολόγησαν, ἐπὶ τούτοις ἡ κρίσις ἐγίνετο.

συνελθόντος δὲ τοῦ δῆμον πρῶτον μὲν οὐ κατὰ λόχους, ἀλλὰ κατὰ φυλὰς ἐβιάζοντο γίνεσθαι τὴν ψηφοφορίαν, τῶν εὐπόρων καὶ γνωρίμων καὶ στρατευομένων τὸν ἄπορον καὶ πολυπράγμονα καὶ τὸν καλοῦ φροντίζοντα μηδὲν ὄχλον ἐπίπροσθεν ταῖς ψήφοις ποιοῦντες.

ἔπειτα τὴν τυραννίδος ἀφέντες αἰτίαν ἀναπόδεικτον οὖσαν, ἐκείνων πάλιν ἐμέμνηντο τῶν λόγων οὓς ὁ Μάρκιος πρότερον εἶπεν ἐν τῇ βουλῇ, κωλύων μὲν ἐπευωνίσαι τὴν ἀγοράν, ἀφελέσθαι δὲ τὴν δημαρχίαν τοῦ δῆμον κελεύων. καινὸν δὲ κατηγόρησαν αὑτοῦ κατηγόρημα τὴν διανομὴν τῶν λαφύρων, ἃ λαβὼν ἐκ τῆς Ἀντιατῶν χώρας οὐκ ἀνήνεγκεν εἰς τὸ δημόσιον, ἀλλὰ διένειμε τοῖς μεθʼ αὑτοῦ στρατευομένοις·

ὑφʼ οὗ δὴ καὶ μάλιστα λέγεται διαταραχθῆναι τὸν Μάρκιον. οὐ γὰρ προσεδόκησεν οὐδʼ εὐπόρησε πρὸς τὸν ὄχλον ἐκ τοῦ παραυτίκα λόγων πιθανῶν, ἀλλʼ ἐπαινοῦντι τοὺς στρατευσαμένους ἐθορύβησαν αὐτῷ πλείονες ὄντες οἱ μὴ στρατευσάμενοι. τέλος δʼ οὖν ταῖς φυλαῖς

p.168
τῆς ψήφου δοθείσης αἱ καθαιροῦσαι τρεῖς ἐγένοντο. ἦν δὲ τίμημα τῆς καταδίκης ἀίδιος φυγή.

μετὰ δὲ τὴν ἀναγόρευσιν ὁ μὲν δῆμος οὐδέποτε νικήσας μάχῃ πολεμίους τοσοῦτον ἐφρόνησεν ὅσον τότε φρονῶν καὶ γεγηθὼς ἀπῄει, τὴν δὲ βουλὴν ἄχος ἔσχε καὶ κατήφεια δεινή, μεταμελομένην καὶ δυσφοροῦσαν ἐπὶ τῷ μὴ πάντα ποιῆσαι καὶ παθεῖν πρότερον ἢ περιιδεῖν ὑβρίσαντα καὶ χρησάμενον ἐξουσίᾳ τοσαύτῃ τὸν δῆμον. οὐδὲν δʼ ἔδει τότε πρὸς διάγνωσιν ἐσθῆτος ἢ παρασήμων ἑτέρων, ἀλλʼ εὐθὺς ἦν δῆλος ὅτι δημότης ὁ χαίρων καὶ ὁ δυσφορῶν ὅτι πατρίκιος.