Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

τότε μὲν οὖν ἠγάπησαν οἱ πατρίκιοι τήν διάλυσιν, καὶ τόν Μάρκιον ἀσμένως ἔχοντες ἀπῆλθον. ἐν δὲ τῷ μεταξὺ χρόνῳ τῆς τρίτης ἀγορᾶς (ἀγορᾶς δὲ ποιοῦσι Ῥωμαῖοι διʼ ἡμέρας ἐνάτης, νουνδίνας καλοῦντες) ἐλπίδα μὲν αὐτοῖς παρέσχε διακρούσεως στρατεία γενομένη πρὸς

p.164
Ἀντιάτας, ὡς μῆκος ἕξουσα καὶ χρόνον ἐν ᾧ χειροήθης ὁ δῆμος ἔσται, τῆς ὀργῆς ἀπομαρανθείσης ἢ παντελῶς ἐκπεσούσης διʼ ἀσχολίαν καὶ πόλεμον·

ἔπειτα δέ, ὡς ταχὺ διαλυσάμενοι πρὸς τοὺς Ἀντιάτας ἐπανῆλθον, ἐγίνοντο σύνοδοι τῶν πατρικίων πολλάκις, δεδιότων καὶ σκοπούντων ὅπως τόν τε Μάρκιον οὐ προήσονται τόν τε δῆμον αὖθις οὐ παρέξουσιν ἐκταράττειν τοῖς δημαγωγοῖς Ἄππιος μὲν οὖν Κλαύδιος αἰτίαν ἔχων

paris.1624.223
ἐν τοῖς μάλιστα μισόδημος εἶναι διεμαρτύρετο, λέγων τήν τε βουλὴν αὐτοὺς ἀναιρήσειν καὶ προήσεσθαι παντάπασι τήν πολιτείαν, εἰ κύριον τῆς ψήφου κατὰ τῶν πατρικίων δέξονται γενόμενον τόν δῆμον·

οἱ δὲ πρεσβύτατοι καὶ δημοτικώτατοι τοὐναντίον ἠξίουν οὐ χαλεπὸν οὐδὲ βαρύν, ἀλλὰ πρᾷον καὶ φιλάνθρωπον ὑπὸ τῆς ἐξουσίας ἔσεσθαι τόν δῆμον· οὐ γὰρ καταφρονοῦντι τῆς βουλῆς, ἀλλʼ οἰομένῳ καταφρονεῖσθαι τιμὴν καὶ παραμυθίαν γενήσεσθαι τήν κρίσιν, ὥσθʼ ἅμα τήν ψῆφον λαβόντας ἀποθήσεσθαι τήν ὀργήν.